[ ] Att. — non-stoich. — c. 185/4
See also:
1 ἐπὶ Εὐπολέμου ἄρχοντος ἐπὶ τῆς Πτολεμαιΐδο[ς δε]-
[κ]άτης πρυτανείας, ἧι Στρατόνικος Στρατονίκ[ου Ἁ]-
[μα]ξαντεὺς ἐγραμμάτευεν· Μουνιχιῶνος ἑν[δεκά]-
τει· βουλὴ ἐμ βουλευτηρίωι σύνκλητος στρατ[ηγῶν]
5 παραγγειλάντων καὶ ἀπὸ βουλῆς ἐκκλησία [κυρία]
ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπεψήφιζεν Φ[ιλοκρά]-
της Θεόφρονος Λαμπτρεὺς καὶ συμπρόεδρο[ι· ἔδοξεν]
τεῖ βουλεῖ καὶ τῶι δήμωι· Δημήτριος Κτήσ[ωνος Προ]-
[βα]λίσιος εἶπεν· ἐπειδὴ Ζωΐλος τιμώμε[νος ὑπὸ τοῦ]
10 [βα]σιλέως Πτολεμαίου καὶ ὢν ἐμ προαγω[γῆι μεγάληι]
[εὔνου]ς [ὢν] διατελεῖ κοινῆι τε τῶι δήμ[ωι καὶ ἰδίαι]
[τοῖς ἀφικν]ουμένοις τῶμ πολιτῶν ε[ἰς Αἴγυπτον]
․․․c.11․․․․ω̣ν ἐμπεφ[α]νίκασι — — — — — — — — —
Search Help