[ ] Cilicia, E. — Anazarbos (Anavarza Kalesi) — 200-250 AD — AS 2 (1952) 127,1 — SEG 12.512; SEG 16.780; BE 1964.84; BE 1974.618
1 Δημήτριος δὶς Σαλαμείνιος πένταθλο<ς>·
τειμηθεὶς ὑπὸ τῶν κυρίων αὐτοκρατόρων
ξυσταρχίαις διὰ βίου. νεικήσας τρὶς Ὀλύμπ[ια]
κατὰ τὸ ἑξῆς ἀνδρῶν στάδιον καὶ δὶς πέν[τα]-
5 θλον, καὶ τοὺς ὑπογεγραμμένους ἀγῶνας·
ἐν Ἑλλάδι Παναθήνεα τὰ μεγάλα· Πύθια· Ἁδριάνε[ι]-
α Κομόδεια δὶς ἐν Ἐφέσῳ· Ἴσθμια δὶς ἱερόν· ἐν Νεα-
πόλει τῆς Ἰταλίας Σεβαστά, νεικήσας τοὺς ἀπο-
γραψαμένους πζʹ· Ζμύρναν· Ἀντιόχειαν κατὰ
10 τὸ ἑξῆς τὸν Ἁδριάνειον καὶ τὸν Κομόδειον καὶ τὸν
Εὐκράτους· Ἀναζάρβου τῆς μητροπόλεως Ἁδριάνειον
ἱερὸν δίς· Ταρσὸν δίς· κοινὸν Ἀσίας νεικήσας πέμ-
πτῳ ἁπλῷ Ὀπτᾶτον, ποιήσας αὐτῷ τετράκις
σύνδρομον· καὶ τοὺς ὑποτεταγμένους ἀγῶ-
15 νας παντὸς κλίματος τῆς οἰκουμένης ταλαντιαί-
ους καὶ ἡμιταλα[ντιαί]ους μζʹ· ὧν καὶ τὰς
πολιτείας ἔχει.
Search Help
Contact Us