[ ] Att. — non-stoich. — c. 188/7
1 [ἐπὶ Συμμά]χου ἄρχοντος ἐπὶ [τῆς — — — ἕκτης πρυτανε]-
[ία]ς, ἧ̣ι Ἀρ[χικλ]ῆς Θεοδώρου Θορίκ[ιος ἐγραμμάτευεν· δήμου ψή]-
[φισ]μα· Π̣οσι[δεῶ]νος [ἕ]κ[τ]ει μετ’ εἰκάδα[ς, τρίτηι καὶ δεκάτηι τῆς πρυτ]-
[αν]ε̣ίας· ἐ[κκλη]σία ἐμ Πειραιεῖ· τῶν π[ροέδρων ἐπεψήφιζεν — — —]
5 Φίλωνος Φρεάρριος καὶ συν[π]ρόεδροι· ἔδοξεν [τῶι δήμωι — — — — — —]
Σουνιεὺς εἶπεν· ὑπὲρ ὧν ἀπαγγέλλ[ουσιν οἱ πρυτάνεις τῆς — — —]
δος ὑπὲρ τῶν θ̣υσιῶν ὧν [ἔ]θυον τά τ[ε πρὸ τῶν ἐκκλησιῶν τῶι Ἀπόλλω]-
νι τῶι Προσ̣τατηρ̣ί[ωι] καὶ τεῖ Ἀρτέμ[ιδι τεῖ Βουλαίαι καὶ τοῖς ἄλ]-
λ̣οις θεοῖς [οἷς] πάτριον ἦν· ἀγαθεῖ [τύχει δεδόχθαι τῶι δήμωι τὰ]
10 [μ]ὲν ἀγαθὰ δέχεσθαι τὰ γεγονότα [ἐν τοῖς ἱεροῖς οἷς ἔθυον ἐφ’ ὑγι]-
[ε][α]ι καὶ σωτηρίαι τῆς βουλῆς καὶ [τοῦ δήμου καὶ τῶν συμμάχων]·
[ἐπ]ειδὴ δὲ οἱ πρυτάνεις τάς τε θ̣υ̣[σίας ἔθυσαν ἁπάσας ὅσαι κα]-
θῆ̣κον ἐν τ̣εῖ πρυτανείαι̣ κ̣αλῶ[ς καὶ μεγαλοπρεπῶς, ἐπεμελήθη]-
σαν δὲ καὶ τῆς συλλογῆς τῆς τε [βουλῆς καὶ τοῦ δήμου καὶ τῶν]
15 ἄλλων ἁπάντων, ὧν [α]ὐτοῖς προσέτ[αττον οἵ τε νόμοι καὶ τὰ ψη]-
φ̣ί̣σ̣ματα τοῦ δήμου· ἐ̣π[α]ινέσαι το[ὺς πρυτάνεις τῆς — — — δος]
καὶ στεφανῶσαι χρυσῶι στεφάνω[ι κατὰ τὸν νόμον εὐσεβείας]
ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ [φιλοτιμίας τῆς εἰς τὴν βουλὴν]
καὶ τὸν δῆμον τὸν Ἀθην̣αί[ων· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν]
20 γραμ[μ]ατέα τὸν κατὰ [πρ]υ[τανείαν ἐν στήληι λιθίνηι καὶ στῆσαι]
ἐν τῶι πρυτανι̣κ̣ῶι, εἰ[ς δὲ τὴν ἀναγραφὴν τῆς στήλης καὶ τὴν ἀνά]-
[θ]εσιν μερίσαι τ[οὺς ἐ]π[ὶ τῆι διοικήσει τὸ γενόμενον ἀνάλωμα].
Search Help
Contact Us