[ ] Lakonike — Sparta
1      Τρωΐλε χαῖρε· κα̣-
μὼν πολλὴν ἄτροπον χθόν’ ἀν’
ἀνδρῶν κα̣ὶ πόντου σπεύσας
συνεχῆ συχνὰ κύματα πλεῦσαι {ν},
5 ὡς ἵνα σοί τι Τύχη δώη καλὸν
ἐξαπίνης τι, οὐκ ἔλαβες χά-
ριν ἐκ καμάτων σῶν, οὐδέ
σε γαῖα σὴ κατέχει Σπάρτη
πολὺ φίλτατος, ἀλ<λ>ὰ Κορώνη
10 γῆ σε κρατεῖ τύμβοις, τὸ πε-
πρωμένον οὐ προφυγόν-
τα, τεσσαράκοντα μόνους
ζήσαντα χρόνους ἐνι-
     αυτῶν.
Search Help