[ ] Att. — Rhamnous [EM 8101-8101aA] — after 229 BC — IG II² 1322 — SEG 33.145
See also:
1 Θεότιμος Θεοδώρου Ῥαμνούσιος εἶπεν· ἐπειδὴ Διοκλῆς συνῆ-
XE TW=I *)AMFIERA/WI SU/NODON, TO\ DE\ I(ERO\N SUNBAI/NEI PROSDEI=SQAI
ἐπισκευῆς καὶ τόν τε οἶκον ἄθυρον εἶναι καὶ τὸν κέραμον κατε-
αγέναι, καταπεπτωκέναι δὲ καὶ τοῦ τοίχου τὸ μέρος τοῦ κα[τ]-
5 ὰ τὸν βωμὸν καὶ τὴν τράπεζαν τοῦ θεοῦ κατεαγέναι, καὶ τὸ
προστώιον κινδυνεύειν καταπεσεῖν, εἰς δὲ τὴν ἐπισκευ-
ὴν τούτων πάντων βούλεσθαι τοὺς συνεληλυθότας εἰσε-
νεγκεῖν καθότι ἕκαστος δυνατός ἐστιν· v ὅπως ἂν ἐπι%⁸¹-
σκευασθέντων τούτων τῶι θεῶι ἔχωσι χρᾶσθαι κοινεῖ πάν-
10 τες οἱ βουλόμενοι τῶι ἱερῶι, v ἀγαθεῖ τύχει· δεδόχθαι τοῖς
Ἀμφιεραϊσταῖς ἐπιδοῦναι μὲν ἕκαστον εἰς τὴν ἐπισκευὴν
τοῦ ἱεροῦ ὅσον ἂν βούληται, τῶν δ’ ἐπιδόντων ἀναγράψαι τὰ
ὀνόματα ἐν στήλει λιθίνει καὶ στῆσαι παρὰ τὸν θεόν· v ἀνα-
γράψαι δὲ καὶ Μνησικλείδην ἐπειδὴ συνεπισκευάζει μετ’ αὐ-
15 τῶν τὸ ἱερόν, v ἐπαινέσαι δὲ καὶ Ὀνησιμίδην Ῥαμνούσιον
καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι, ἐπειδὴ καὶ οὗτος
ἀνατέθηκε τῶι θεῶι τὰς αἱμασιὰς ὅπου ὁ λάκκος ἐστὶν
καὶ δέδωκε τὴν πρόσοδον τοῖς Ἀμφιεραϊσταῖς τοῖς μετὰ
Διοκλέου Ἁμαξαντέως, καὶ θύειν κατ’ ἐνιαυτὸν ἀπὸ τῆς προ-
20 σόδου τῆς γινομένης καὶ ἀναγράψαι καὶ τοῦτον ἐπὶ τὴν
στήλην· ἐπαινέσαι δὲ καὶ τὸν ἀρχερανιστὴν Διοκλῆν Δίωνος
Ἁμαξαντέα καὶ τὸν γραμματέα Καλλιτέλην Καλλίου Λαμ-
πτρέα καὶ τὸν ταμίαν Ἀρχέστρατον Αἰσχίνου Ἐρχιέα καὶ
στεφανῶσαι καὶ τούτων ἕκαστον θαλλοῦ στεφάνωι φιλο-
25 [τι]μίας ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς ἑαυτοὺς καὶ ἐπι-
[μελ]ηθῆναι τῆς ἀναθέσεως καὶ ἀναγραφῆς τοῦ ψηφίσμα-
[τος τοὺ]ς αὐτοὺς τούτους καὶ λόγους ἀποδοῦναι· οἱ ἀνοικο-
[δομοῦντες] τῶι κοινῶι,
1.29 Διοκλῆς Ἁμαξαντεὺς
30 Ἀντίμαχος Οἰναῖος
Καλλιτέλης Λαμπτρεὺς
Ἀγαθοκλῆς Χολαργεὺς
Νεοπείθης Κολωνῆθεν
Τιμοκλείδης Ἕρμειος
35 Ἀρχέστρατος Ἐρχιεὺς
Πάμφιλος Κεφαλῆθεν
Θεότιμος Ῥαμνούσιος
Θεομένης Ῥαμνούσιος
Ἀλεξικράτης Ἀναφλύστιος
40 *)AGAQOKLH=S *)EPIEIKI/DHS
2.29 *EU)/FRWN *)ANAGURA/SIOS
30 [Νίκ]ων Ἀστακηνὸς
Μέναν[δρος Εἰ]τ̣εαῖος
Ἰάσων Χολα[ργεὺς]
Δ[η]μοκρ[ά]της [— —c.5— —]ος
[Θ]ε[ό]φι[λ]ος Λαμπτρεὺς
35 Μνησικλείδης Ἰκαριεὺς
Ἀρίστων Χολαργεὺς
Ἀρχέβιος Ἀναγυράσιος
Διονυσόδωρος Χολαργεὺς
Μενεκράτης Πιθεὺς
3.41 [ν]ησιμίδης
Ῥαμ[ν]ούσιος
4.43 [Καλλιτέλης]
[Λαμπτρεὺς]
41 Διοκλῆς
*(AMACANTEU\S
6.43 [Ἀρχέστρατος]
[Ἐρχιεὺς]
Search Help
Contact Us