[ ]
Lakonike — Sparta — ca. 210 AD
1 | ἡ πόλις |
Πομπώ(νιον) Πανθ̣ά[λη] Διογένη Ἀριστέα ἐπί τε τῇ ἄλλῃ τοῦ βίου | |
παντὸς ἀρετῇ καὶ ἐπὶ τῇ τῆς ἀγορανομίας ἀνυπερβλήτῳ | |
μεγαλοψυχίᾳ καὶ τῶν ἐν αὐτῇ καμάτων καὶ πάσης ἐπιμε- | |
5 | λείας παρρησίᾳ #⁵⁶ προσ[δεξαμέ]νων τὸ ἀνάλωμα τῶν μὲν |
ἑπτὰ ἀνδριάντων τῶ[ν ἀ]ξιολογωτάτων παίδων αὐτοῦ #⁵⁶ | |
Πομ(π)ω(νίου) Πανθάλους τοῦ καὶ Ἀριστοκλέους καὶ Καλλιστο- | |
ν̣είκης τῆς καὶ Ἀρέτης καὶ τῆς ἀξιολογωτάτης γυναι- | |
κὸς αὐτοῦ Μεμ(μίας) Λονγείνη[ς] τῆς Ἀριστοκλέους ————— τῶν δὲ | |
10 | τριῶν ἀνδριάντων τοῦ πανταπρώτου Ποπ(λίου) Μεμ(μίου) Πρατολάο[υ] |
τοῦ καὶ Ἀριστοκλέους τοῦ Δαμάρους ἀριστοπολειτευτο[ῦ] | |
τοῦ πενθεροῦ καὶ τῆς ἀξιολογωτάτης Κλαυ(δίας) Λονγείνης | |
τῆς Ἀριστοτέλους τῆς πενθερᾶς καὶ Ποπ(λίου) Μεμ(μίου) Δαμάρο[υς] | |
τοῦ Ἀριστοκλέους ————— τῶν δὲ δύο ἀνδριάντων Μάρ(κου) Αὐρ[ηλίου] | |
15 | Νεικηφόρου τοῦ Φιλωνίδα φιλοκαίσαρος καὶ φιλοπά- |
τριδος ————— αἰωνίου ἀγορανόμου ————— αἰωνίου γυμνασιάρχο[υ] | |
καὶ Μάρ(κου) Αὐρ(ηλίου) Ἀλκισθένους τοῦ Εὐελπίστου προστά- | |
του πόλεως. |