[ ] Att. — Rhamnous — 212/211 BC — PAE 1986[1990].13,1 — SEG 40.141
1 [ἔδ]ο̣ξεν τῶν παροίκων τοῖς τεταγμένοις ἐν Ῥαμνοῦντι,
[Νι]κ̣όμαχος Νίκωνος Αἰτωλὸς εἶπεν· ἐπειδὴ Λάχης χει-
[ρο]τονηθεὶς ὑπὸ τοῦ δήμου στρατηγὸς εἰς τὸν ἐνιαυτὸν τὸν
[ἐπὶ Ε]ὐάνδρου ἄρχοντος ἔν τε τοῖς λοιποῖς ἀνεστράφη καλῶς
5 [καὶ ἀξί]ως τῆς προϋπαρχούσης αὐτῶι διὰ προγόνων πρὸς τὸν
[δῆμ]ον εὐνοίας· ἐφρόντισεν δὲ καὶ τῶν παροίκων τῶν τετα-
[γμ]ένων ὑπ̣’ αὐτὸν ὅπως ἂν εὐτάκτως λειτουργοῦντες συνδ-
[ιασ]ώιζωσιν τῶι δήμωι̣ τὸ φρούριον· διετέλεσεν δὲ καὶ χρήσιμον
[ἑα]υτὸν παρασκευάζων καὶ [κοι]νεῖ καὶ ἰδίαι πᾶσιν· ὅπως ἂν οὖν
10 [ἐφ]άμιλλον εἶ τοῖς χειροτονηθεῖσι στρατηγοῖς φιλοτιμεῖ%⁸⁰-
[σθ]α̣ι εἰς ἑαυτοὺς εἰδότας ὅτι χάριτας ἀξίας κομιοῦνται ὧ̣ν̣
[ἂν ε]ὐεργετήσωσιν, ἀγαθεῖ τύχει· δεδόχθαι τοῖς τεταγμέ-
[νοις] τῶν παροίκων ἐν Ῥαμνοῦντι ἐπαινέσαι τὸν στρατηγὸν
[*LA/XHT]A *X?[A]IREPO/LIDOS *L[EUKONOE/]A KAI\ STEFANW=SAI AU)-
15 [τὸν χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκα] καὶ δικαιοσύν[ης]
[τῆς εἰς τὸν δῆμον τὸν Ῥαμνουσίων καὶ εἰς ἑ]αυτούς· ἐπαινέ[σαι]
[δὲ καὶ τὸν τεταγμένον ἐφ’ ἑαυτῶν Ἀν]τίβ̣ιον Προβα[λί]-
[σιον καὶ στεφανῶσαι θαλλοῦ] σ̣τ̣ε̣φ̣[άνωι — — —]
Search Help
Contact Us