[ ] Att. — Rhamnous — after 216/215 BC — PAE 1991[1994].33,7 — SEG 43.41; BE 1997.220
1 [Δ]ημοκλῆς v Ζμικύθου v Εὐπυρίδης εἶπεν· ἐπειδὴ v Ἀντισθένης
[ἐν] παντὶ καιρῶι διατελεῖ φιλοτιμούμενος εἰς τὴν βουλὴν καὶ v
[τὸ]ν δῆμον καὶ πρὸς τοὺς τεταγμένους Ἀθηναίων ἐν Ῥα%⁸¹-
[μ]ν̣οῦντι καὶ διδοὺς ἑαυτὸν ἀπροφασίστως εἰς τὰς πρεσβεί%⁸⁰-
5 [α]ς καὶ τὰς λοιπὰς λειτουργίας εἰς ὅσας αὐτὸν ὁ δῆμος προχειρί-
[ζε]ται, πολ<λ>ὰ τῶν χρησίμων ὠικονόμηκεν τεῖ πόλει· κατα-
[στ]α̣θεὶς δὲ καὶ ταμίας στρατιωτικῶν εἰς τὸν ἐνιαυτὸν τὸν
[ἐπὶ Ἁ]γνίου ἄρχοντος, ἐμέριζεν ταῖς τε λοιπαῖς δυνάμεσιν κα-
[τὰ μῆ]να τὸ γινόμενον ὀψώνιον καθάπερ αὐτῶι προσέτατ-
10 [τον οἱ] νόμοι καὶ τὰ ψηφίσματα καὶ Ἀθηναίων τοῖς τεταγμέ%⁸¹-
[νοις ἐ]ν Ῥαμνοῦντι πρὸς πάντας φιλότιμον ἑαυτὸν παρασκευ-
[άζω]ν· ὅπως ἂν οὖν καὶ Ἀθηναίων οἱ τεταγμένοι ἐν Ῥαμνοῦντι
[φαί]νωνται χάριν ἀποδιδόντες τοῖς εἰς ἑαυτοὺς φιλοτιμου%⁸⁰-
[μ]ένοις, ἀγαθεῖ τύχει· δεδόχθαι Ἀθηναίων τοῖς τεταγμένοις
15 [ἐν] Ῥαμνοῦντι ἐπαινέσαι Ἀντισθένην v Ἡλιοδώρου Διομέα
[καὶ] στεφανῶσ̣αι χρυσῶι στεφάνωι εὐνοίας ἕνεκεν καὶ φιλο%⁸⁰-
[τιμία]ς ἣν ἔχων διατελεῖ πρός τε τὴν βουλὴν καὶ τὸν δῆμον καὶ
[Ἀθη]ναίων τοὺς τεταγμένους ἐν Ῥαμνοῦντι· τῆς δὲ ποιήσεω[ς]
[τοῦ] στεφάνου ἐπιμεληθῆναι τοὺς αἱρεθέντας καὶ ἀναγρά%⁸⁰-
20 [ψαι] τ̣όδε τὸ ψήφισμα εἰς στήλην λιθίνην καὶ στῆσαι οὗ ἂν αὐ%⁸¹-
[το]ῖς φαίνηται, τὸ δὲ γενόμενον ἀνάλωμα μερίσαι ἐκ τοῦ κοινοῦ·
[οἵδ]ε εἱρέθησαν, v Δημοκλῆς v Εὐπυρίδης, v Ἀντιφάνης v ἐξ Οἴου,
[Τι]μοκράτης v Οἰῆθεν, vv Πειθαγόρας v Ἁλαιεύς. {²vacat}²
Ἀθηναίων οἱ στρα-
25 τευόμενοι Ῥαμνοῦντι
Ἀντισθένην
Search Help