[ ]
Att. — Rhamnous [EM 13099] — 225/224 BC — ArchEph (1953/54) 130,3 — SEG 15.112; SEG 21.173; cf. SEG 49.147
1 | ἔδοξεν Ῥαμνουσίοις καὶ τοῖς οἰκοῦσιν τῶν πολιτῶν |
Ῥαμνοῦντι· Τιμοκράτης Ἐπιγένου Ὀῆθεν εἶπεν· ἐπειδ[ὴ] | |
Μένανδρος κατασταθεὶς τριήραρχος εἰς τὸν ἐνιαυ[τὸν] | |
τὸν ἐπὶ Νικήτου ἄρχοντος τῆς τε τοῦ πλοίου ἐπ[ι]- | |
5 | σκευῆς ἐπεμελήθη καλῶς καὶ φιλοτίμως ἀναλ[ίσ]- |
κων ἐκ τῶν ἰδίων ὅσα παρήγγελλον αὐτῶι οἱ ἐπὶ τού[των] | |
τεταγμένοι· ἔθηκεν δὲ καὶ ἔλαιον τοῖς νεανίσκ[οις] | |
[ἵ]να ἐπιμελόμενοι τοῦ σώματος δυνατώτεροι γίνων- | |
[τ]αι· ἔθυσεν δὲ καὶ τῶι Διὶ τῶι Σωτεῖρι καὶ τεῖ Ἀθηνᾶι τεῖ | |
10 | [Σω]τείραι περὶ ὑγιείας καὶ σωτηρίας καὶ ὁμονοίας τῶν |
[συ]νπλευσάντων, ὅπως ἂν ὁμονοοῦντες καὶ σωιζόμε- | |
[νοι κ]αὶ εἰς τὸ μετὰ ταῦτα χρήσιμοι γίνωνται τῶι δήμωι, | |
[καὶ] ὑπεδ̣έξατο φιλοτίμως ἐκ τῶν ἰδίων· v ἐστεφάνω- | |
σε δὲ καὶ τοὺς ἐπὶ τοῦ πλοίου ὑπηρέτας φιλοτιμίας | |
15 | ἕνεκεν τῆς εἰς ἑαυτούς· ἔδωκεν δὲ καὶ τὰ ναυφυλά- |
κια παρ’ ἑαυτοῦ καὶ παραγενόμενος εἰς Ῥαμνοῦντα | |
ἔθυσεν τεῖ Νεμέσει μετὰ τοῦ στρατηγοῦ καὶ τῶν ἱερο- | |
ποιῶν τῶν αἱρεθέντων μεθ’ αὑτοῦ 〚— — —〛 καὶ ἐπέδωκεν ἱερε[ῖ]- | |
α καὶ οἶνον· ὅπως δ’ ἂν ἐφάμιλλον εἶ τοῖς ἀεὶ καθισταμέ- | |
20 | [ν]οις τριηράρχοις εἰδόσιν ὅτι χάριτας ἀξίας κομιοῦν- |
[τ]αι ὧν ἂν εὐεργετήσωσιν, ἀγαθεῖ τύχει· δεδόχθαι | |
Ἀθηναίων τοῖς συνπλεύσασιν ἐν τῶι ἀφράκ̣τωι | |
ἐπαινέσαι Μένανδρον Τεισάνδρου Εἰτεαῖον καὶ | |
στεφανῶσαι χρυσῶι σ[τ]εφάνωι κατὰ τὸν νόμον | |
25 | ἀρετῆς ἕνεκα 〚 — —〛 καὶ φιλοτιμίας τῆς εἰς ἑαυτούς· |
εἶναι δὲ αὐτῶι καὶ ἀτέλειαν τοῦ πλοῦ εἰς τὸ μετὰ ταῦτα· | |
ἀναγράψαι δὲ τὸ ψήφισμα ἐν στήλει λιθίνει καὶ στῆσαι πρὸ[ς] | |
τεῖ πύλει, ἑλέσθαι δὲ καὶ τρεῖς ἄνδρας ἤδη ἐξ ἑαυτῶν οἵτι- | |
νες συντελοῦσιν τὰ ἐψηφισμένα, τὸ δὲ ἀνάλωμα τὸ γεν[ό]- | |
30 | μενον λογίσασθαι τῶι κοινῶι· οἵδε εἱρέθησαν, Τιμοκρά- |
της Ἐπιγένου Ὀῆθεν, Ἀρχέστρ[α]τος Αἰσχίνου Ἐρχιεύς, | |
[Δι]οκλῆς Δίωνος Ἁμαξαντ[εύς]. | |
Ἀθηναίων | |
οἱ συνπλεύσ̣α̣ν̣τ̣ε̣ς | |
35 | Μέναν<δ>ρον |
Τεισάνδρου | |
Εἰτεαῖον. |