[ ] Att. — Rhamnous — 229 BC — PAE 1991[1994].28,3 — SEG 43.35; BE 1997.218
1 ἔθυσεν̣ [δὲ καὶ τοῖς ἄλλοις θεοῖς πᾶσιν οἷς πάτριον ἦν]
περὶ πλείστου ποιούμενος [τὴν πρὸς τοὺς θεοὺς εὐσέβει]-
αν καὶ πρὸς τοὺς παροίκους φιλοτιμίαν, ὅπως ἂν οὖν κα[ὶ]
οἱ πάροικοι φανεροὶ ὦσιν χάριτας ἀξίας ἀποδιδόντες vv
5 τοῖς εἰς ἑαυτοὺς φιλοτιμουμένοις, ἀγαθεῖ τύχει· δεδόχθαι
τοῖς τεταγμένοις τῶν παροίκων Ῥαμνοῦντι ἐπαινέσαι
Δημόστρατον Δημητρίου Φλυέα καὶ στεφανῶσαι χρυ%⁸⁰-
σῶι στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς ἕνεκα καὶ δικαιο%⁸⁰-
σύνης ἣν ἔχων διατελεῖ εἰς τὴν βουλὴν καὶ τὸν δῆμον
10 τὸν Ἀθηναίων, ὁμοίως δὲ καὶ εἰς τοὺς παροίκους· ἐπαι%⁸⁰-
νέσαι δὲ καὶ τὸν ἐφ’ ἑαυτῶν τεταγμένον Ἀντίμαχον Παυσα%⁸⁰-
νίου Οἰναῖον καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι κατὰ τὸν v
[ν]όμον φιλοτιμίας ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς ἑαυτούς·
[ἐπα]ι̣νέσαι δὲ καὶ τὸν ἐπιμελητὴν Λέοντα Ἅγνωνος Ὄα%⁸⁰-
15 [θ]εν καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι κατὰ τὸν νόμον
ἐπιμελείας ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς ἑαυτούς· v
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλει λιθίνει καὶ στῆ%⁸⁰-
σαι ἐν τεῖ ἀγορᾶι, ἑλέσθαι δὲ τρεῖς ἄνδρας ἐξ ἑαυτῶν οἵτι-
νες συντελοῦσιν τὰ ἐψηφισμένα, τὸ δὲ γενόμενον ἀνά-
20 λωμα λογίσασθαι τῶι κοινῶι· οἵδε εἱρέθησαν, Κτήσων v
Ἡρακλεώτης, Νίκων Ἀστακηνός, Ἀκμαῖος Δημητριεύς.
1.22 οἱ τεταγμένοι
τῶν παροίκων
Ῥαμνοῦντι
25 Δημόστρατον
2.26 τὸν ἐπὶ τῶν
παροίκων
Ἀντίμαχον
3.29 τὸν ἐπιμε-
30 λητὴν
Λέοντα
Search Help