[ ] Att. — Rhamnous [EM 13102] — 229 BC — ArchEph (1953/54) 123 — SEG 15.111
1 [— — ἔθυσε δὲ τῶι Διὶ τῶι Σωτ]ῆρι καὶ τεῖ [θη]-
[νᾶι τεῖ Σωτείραι ὅτε ὁ δῆ]μος ἐκομίσατο τὴν πά-
[τριον ἐλευθερίαν κ]αὶ λαμπάδα ἐποίησεν ἐκ τῶν στρατευ-
[ομένων Ῥαμνοῦ]ντι καὶ τοῖς ἄλλοις θεοῖς πᾶσιν οἷς πάτριον
5 [ἦν, περὶ π]λείστου ποιούμενος τὴν πρὸς τοὺς θεοὺς εὐσέβε[ι]-
[αν καὶ] τ̣ὴ̣ν πρὸς τοὺς πολίτας φιλοτιμίαν· ὅπως ἂν οὖν κα[ὶ]
[οἱ ἐν τοῖς φρο]υρίοις στρατευόμενοι τῶν πολιτῶν φανεροὶ
[ὦσι χάρ]ιτας ἀξίας ἀποδιδόντες τοῖς φιλοτιμουμένοις
[περὶ ἑ]αυτούς, ἀγαθεῖ τύχει· δεδόχθαι Ἀθηναίων τοῖς
10 [στρατευο]μένοις Ῥαμνοῦντι ἐπαινέσαι Δημόστρατον
[Δημητρίου] Φλυέα καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κατὰ
[τὸν νό]μον ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἣν ἔχων διατελεῖ
[εἴς τε] τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων, ὁμοίως δὲ̣
[καὶ εἰς ἑαυ]τούς· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλει
15 [λιθί]νει καὶ στῆσαι οὗ ἂν οὗτος αἱρῆται· ἑλέσθαι δὲ τρεῖς
[ἄνδρας] οἵτινες συντελοῦσι τὰ ἐψηφισμένα, τὸ δὲ γε-
[νόμενον ἀν]ά̣λ̣ωμα μερίσαι τὸν ταμίαν ἐκ τοῦ κοινοῦ, ἐπαινέ-
[σαι δὲ] κ̣α̣ὶ τ̣ὸ̣ν̣ ἐπιμελητὴν Λέοντα Ἅγνωνος Ὄαθεν καὶ στε-
[φα]ν̣ῶ̣σ̣α̣ι̣ θ̣α̣λ̣λοῦ στεφάνωι δικαιοσύνης ἕνεκεν τῆς εἰς ἑ-
20 [αυ]τούς· οἵδε εἱρέθησαν, Ἀντιφάνης ἐξ Οἴου, Ξενόφιλος Κυ-
[δαντ]ίδης, Θεογείτων [Ῥα]μνούσιος.
Search Help
Contact Us