[ ] Att. — Rhamnous — 235-229 BC — PAE 1989[1992].28,14 — SEG 41.87
1 ἔδοξεν τῶν κρ̣[υπ]τ̣ῶ̣ν τοῖς τεταγμένοις ὑπὸ Φιλόθεον, Ἀριστόδ̣η̣μ̣ος̣ Ἀ̣ρ̣ίστ[ω]-
νος Σφή̣τ̣]ιος εἶπεν· ἐπειδὴ Φιλόθεος, στρατηγὸς χειροτονηθεὶς ἐπὶ τὴν χώρ[αν]
τὴν παραλίαν [εἰς] τὸν ἐνιαυτὸν τὸν ἐπὶ Μνησείδου ἄρχοντος, τῆς τε φυλακῆς [ἐπε]-
μελήθη τῆ[ς] κατὰ τὴν χώραν καλῶς καὶ συνφερόντως τῶι δήμωι δι[․]α[․․․]νε[․․]
5 τε[— — —c.14— — —] και[— — —c.8— — —]ς· ἐφρόντισεν δὲ καὶ τῶν κρυπ[τῶν — —c.5— —]
σω[— — — — —c.18— — — — —] αὐτὸς ἐφοδ[ε]ύων τὴν χώραν καὶ τὰς σκοπὰς [— —c.4— —]
μενα[— — — — —c.15— — — — —]ε[․․․]α[․]αντας τό̣πους [ὅ]πως ἂν ἴσης οὔσης καὶ ὁ-
μοία̣ς [— — — — —c.21— — — — — — —] ἐφάμιλλον εἶ τὸ εὐτακτοῦντας [․․]α[— —c.5— —]
τὴν χώ̣ραν, δι̣α̣[τ]ε[λ]εῖ δὲ καὶ χρήσιμον ἑαυτὸν παρασκευάζων κοινε[ῖ] τε πᾶ-
10 σιν κα[ὶ ἰ]δ[ί]α[ι — —c.5— —] εἰς ὃ [ἄ]ν τις α̣ὐτὸν παρακαλώ̣η̣· προεδίδου δὲ καὶ σι[— — —c.6— — —]
ν[․]των τ[— — —c.12— — —]ς, ἐφρόντισεν δὲ καὶ̣ [τοῖ]ς [— —c.3— —]ν[— —c.4— —]α[— — —c.9— — —]υ[— —c.4— —]
κα[— — —c.10— — — παρασκε]υάζων ε̣ἰς τὴν εὐταξίαν, αἴτιος ἐγ̣ένετο τ[— — —c.6— — —]
Σ̣Α[․]Η[․]Η[— — —c.6— — —]ΝΕ̣[— —c.4— —] καὶ πρὸς τ[․․]ΑΙΝΕ[․]ΗΝ[— — — — —c.23— — — — —]
[— — —c.16— — —]ΤΑ[— —c.5— —] στρατηγ̣ο̣ῦ ὅ̣πως ἂν [․]υ[․]κα[— — —c.6— — —]Σ[— — —c.6— — —]
15 [— — — — —c.16— — — — —]ΤΕΝ τὴν χώραν φρο[ν]τίζων̣ τῶν κρ̣υπτῶν εἰδότες
ὅτι χ̣ά̣ρ̣ιτας ἀ[ξ]ίας κομι̣οῦνται ὧν ἂν εὐεργετήσωσιν, ἀγαθ̣εῖ τ̣ύ-
χει· δε[δόχθαι τοῖ]ς κρυπτοῖς ἐπαινέσαι Φιλόθεον Φιλίωνος [Φρεάῤῥι]-
ον καὶ στ̣ε̣φ̣α̣ν̣ῶσαι χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκα καὶ δικαιο̣σύ-
νης ἧς ἔχων διετέλεσεν πρὸς τοὺς κρυπτούς· μερίσαι δὲ αὐ-
20 τῶι καὶ [— — — c.10— — —]α[․] ἂν δόξηι τοῖς κρυπτοῖς καὶ στῆσαι ἐν τ[ῶι αὐ]-
τῶι [τοῦ φρουρίου ἐν ὧι] τόπωι καὶ οἱ πρότεροι στρατιῶται ἀνατεθήκα-
σιν στεφ̣α̣ν̣ώ̣σ̣α̣ντες αὐτὸν στρατηγήσαντα ἐπὶ τοὺς ξέν[ους]
[ἐ]πὶ [Λ]υσα[νίου ἄρχο]ντος· ἐπαινέσαι δὲ καὶ τὸν [γρ]αμματέα Καλλί-
[στρ]α[τον Ἀφιδ]ν̣αῖον καὶ τὸν ἡγεμόνα τῶν κρυπτῶν Ἀ[θ]ηνόδωρ[ον]
25 Ὄαθεν καὶ σ̣τεφανῶσαι αὐτῶν ἑκάτερον θαλλοῦ στεφάνωι
[ἀρε]τῆς ἕνεκα καὶ δικαιοσύνης ἧς ἔχοντες διετέλεσαν εἰς το[ὺς]
κρυπτ[ούς]· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλαις λιθίναις δυ̣ο̣ῖ̣ν̣
καὶ στῆσαι μ̣ίαν μ[ὲ]ν ἐν Ῥαμνοῦντι, μίαν δ’ ἐπὶ Σουνίου ἐν [τῶι] Σωτ̣[ῆ]-
[ρος ἱερ]ῶι· εἰς δὲ τὴν ποίησιν καὶ τὴν ἀναγραφὴν τῶν στηλ[ῶν]
30 [ἑλέσθαι ἤδη] ἄνδρας ἐξ ἑαυτῶν οἵτινες συντελοῦσιν τὰ ἐψ[ηφισμένα]
[καὶ δόξαντα], ἀναγράψαι δὲ τὰ ὀνόματα αὐτῶν· οἵδε εἱρέθησαν, vvvv
[— — —c.11— — — Σφ]ήττ̣ιος, Χαιριγένης Φυλάσιος, Ἡρόδωρος Μεγα[ρεύς],
[— — —c.8— — —] Θ[εό]δωρος Ὄαθεν, Ἀριστόδημος Σφήττιος, [․]φ[— — —c.10— — —]
[— — —c.5— — —]ε[— — c.4— — ]ς Κειριάδης, Κτήσων Σινωπεύς, Ἑρμῶναξ Ε[ἰ]τε[αῖ]ος,
35 [— — —c.8— — — Ἀγρ]υλῆθεν, Ἀλέξανδρος Μαραθώνιος, {Χαιριγένης Φυλ[άσιος]},
[— — —c.10— — —]ούσιος, Θύρσος Μυῤῥινούσιος, Γοργίας Παιανιεύς, Ε̣[— —c.3— —]
[— — —c.7— — —] Φ[υ]λάσιος, Διονύσιος Πλαταιεύς, Νικοτέλης Μυῤῥινούσιο[ς],
[— — —c.11— — —]αιεύς, Ἀγαθοκλῆς Χολαργεύς, Διαγόρας Κυ[δαντίδης],
[— — —c.12— — —]ος, Δοσίθεος <Σ>αλαμίνιος.
1.40 [τὸν]
[ἡγεμόνα]
[Ἀθηνόδωρον]
2.43 τὸν στ-
ρατηγὸν
45 Φιλόθεον
3.46 τὸν γραμ-
ματέα-
Καλλίσ-
τρατον
Search Help
Contact Us