[ ] Att. — Rhamnous [EM 4213] — ca. 238 BC? — IG II² 1311
See also:
1 [— — — — — — καὶ στεφανῶσαι κατὰ τὸν νό]-
μον [ἀρετῆς ἕνεκεν καὶ εὐνοίας, εἰδότες ὅτι χάριτας]
ἀξίας [κομι]οῦντα[ι ὧν ἂν εὐεργετήσω]σ[ιν, ἀγαθῆι] τύχη[ι]·
δεδόχθαι Ἀθηναίων [τ]ο[ῖ]ς στρα[τε]υομέν[ο]ις Ῥ[α]μνοῦν-
5 τι ἐπαινέσαι Δικαίαρχον [π]ο[λλ]ωνίου Θριά[σιον]
καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκα καὶ φι-
λοτιμίας τῆς εἰς ἑαυτούς· ἀναγράψαι δὲ τόδε τὸ ψήφισ-
μα ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶ[ι θ]εάτρωι, εἰς δὲ
τὴν ἀναγραφὴν εἰσενενκεῖν τοὺς ν̣ομ[— — —]·
10 ἑλέσθαι δὲ καὶ τρεῖς ἄνδρας ἐξ ἑαυτῶν οἵτινες συντελοῦ-
σιν τὰ ἐψηφισμένα· οἵδε εἱρέθησαν, Λέων Ἅγνωνος Ὄαθεν,
Θεόδωρος Νικωνύμου Φλυεύς, Γλαύκων Σωσικράτου {²vac.}²
Χολλείδης.
Ἀθηναίων
15 οἱ στρατευόμενοι
Ῥαμνοῦντι
Δικαίαρχον
Search Help
Contact Us