[ ]
Att. — Rhamnous — mid-3rd c. BC — PAE 1958.32 — SEG 22.120; BE 1966.182
1 | ἔδοξεν Ῥαμνοσίοις, Ἱερόποιος εἶπεν· ἐπαινέσ[αι] |
Κ̣άλλιππον Θεοδότου Μελιτέα καὶ στεφανῶσαι | |
[χρ]υ̣σῶι στεφάνωι ἀνδραγαθίας ἕνεκα καὶ δικαιοσ[ύ]- | |
[νης τῆ]ς εἰς τὸν δῆμον τὸν Ῥαμνουσίων, ὅτι καλῶς κ- | |
5 | [αὶ δικα]ίως ἐπεμελήθη τῆς φυλακῆς, εἶναι δὲ καὶ προ[ε]- |
[δρίαν αὐ]τῶι Διονυσίοις· ἀνειπεῖν δὲ τὸν κήρυκα v | |
[Διονυσ]ίων τῶι ἀγῶνι τὸ ψήφισμα· ἀναγράψαι δὲ v | |
[ἐν στ]ή̣ληι λιθίνηι καὶ στῆσαι τοὺς ἱεροποιοὺς ἐν τῶι ἱερῶ- | |
[ι τῆ]ς Νεμέσεως |