[ ] Att. — Rhamnous — 248/247 BC — PAE 1989[1992].34,16 — SEG 41.86
1 ἔ̣δοξεν τοῖς στρατευομένοις τῶν πολιτῶν ἐν Ῥ[α]-
μνοῦντι, Θεοχάρης Χαιρίου Λευκονοεὺς εἶπεν· ἐπειδ̣[ὴ]
Θούκριτος χειροτονηθεὶς ὑπὸ τοῦ δήμου στρατη[γὸς]
ἐπὶ τὴν χώραν τὴν παραλίαν ἐπὶ Καλλιμήδου ἄρχο[ν]-
5 τος ἐπιμεμέληται τῆς τε φυλακῆς τοῦ φρουρίου
καὶ τῶν στρατευομένων ἐν Ῥαμνοῦντι καλῶς καὶ [δι]-
κ̣αίω[ς] κατὰ τὰ ψηφίσματα τοῦ δήμου καὶ κοινεῖ κα[ὶ ἰ]-
δ̣ία[ι ἑκ]άστωι χρείαν παρεχόμενος διατετέλεκ[εν]
[ε]ἰ̣[ς ἃ ἂ]ν αὐτὸν παρακαλῶσιν· παρεσκεύασε δὲ κ[αὶ]
10 σῖτον ἱκανὸν τεῖ φυλακεῖ πριάμενος ἐκ τῶν ἰδίω[ν],
[ἀν]ατέθηκε καὶ συνέδριον πρὸς τῶι στρατηγ[ίωι],
[κα]τεσκεύακε δὲ καὶ πυλώριον καὶ πύλας ἐκ τῶν ἰδ̣[ίων]
[ἀ]ποδεικνύμενος τὴν εὔνοιαν ἣν ἔχων διατελε[ῖ]
[πρός τε] τὸν δῆμον καὶ πρὸς τοὺς στ̣[ρα]τευομένο[υς]
15 [τῶν] πολιτῶν, ἀγαθεῖ τύχει· δεδόχθαι τ[οῖ]ς στρατευομέν[οις]
[τῶ]ν πολιτῶν Ῥαμνοῦντι ἐπαινέσαι Θούκριτον Ἀλκιμάχο[υ]
[Μυ]ρρινούσιον καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κατὰ τὸν [νό]-
μον ἀρετῆς ἕνεκα καὶ εὐνοίας ἣν ἔχων διατελεῖ πρός τε τὸν [δῆ]-
μον καὶ πρὸς τοὺς στρατευομένους ἐν Ῥαμνοῦντι· ἀναθεῖνα[ι]
20 δὲ καὶ γράψαντας τὴν εἰκόνα αὐτοῦ ἐν πίνακι ἐν τῶι Νεμ]-
σίωι· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλει λιθίνε[ι]
καὶ στῆσαι πρὸς τεῖ πύλει· ἑλέσθαι δὲ τρεῖς ἄνδρας
ἐ{ι}κ {²⁶ἐκ}²⁶ τῶν στρατιωτῶν οἵτινες ἐπιμελήσονται τῆς ἀ[να]-
θέσεως τῆς στήλης καὶ τοῦ πίνακος· εἰς δὲ τὴν ἀναγρα̣-
25 φὴν καὶ τὴν στήλην καὶ τὸν πίνακα ὅ τι ἀνάλωμ̣[α] γέν[η]-
ται λογισάσθωσαν οἱ αἱρεθέντες τοῖς στρατιώταις·
[ο]ἵδε εἱρέθησαν, Θεοχάρης Χαιρίου Λευκονοεύς,
{²vacat}²   Δ̣η̣μ̣[όφι]λ̣ο̣ς̣ Φανοκράτου Ῥαμνούσιο[ς]
{²vacat}²   Σωναύτης Τείσιδος Φαληρεύς {²vac.}²
30 Ἀθηναίων οἱ στρατευ-
όμενοι Ῥαμνοῦντι
Θούκριτον Ἀλκιμάχου
Μυῤῥινούσιον
Search Help
Contact Us