[ ] Att. — Rhamnous — IG II² 3467 — SEG 49.144
See also:
1 [— — — — — — — ἐπε]μελή[θη καλ]ῶς
[καὶ φιλοτίμως τῆς τε φυλα]κῆς τοῦ φρουρίου καὶ τῶ[ν]
[οἰκούντων ἐν αὐτῶι, τὰ συ]μφέροντα πράττων τῶι v
[τε δήμωι καὶ τοῖς πο]λίταις καὶ τοῖς ἄλλοις τοῖς
5 [οἰκοῦσι Ῥαμνοῦντι, ἀγαθῆι] τύχηι· δεδόχθαι Ῥαμνουσ[ί]-
[οις καὶ τοῖ]ς οἰκοῦσι τῶν πολιτῶν ἐν Ῥα-
[μνοῦντι ἐπαινέσαι Ἔνδι]ον Αἰσχέου Αἰθαλίδην κα[ὶ]
[στεφανῶσαι αὐτὸν θαλλ]οῦ στεφάνωι ἀρετῆς ἕν[ε]-
[κα καὶ δικαιοσύνης τῆς εἰς ἑαυ]τούς· ἀναγράψαι δὲ τόδ[ε]
10 [τὸ ψήφισμα ἐν στήληι λιθίνηι — — — — — — — —]
10a {²lines missing}²
11 Ῥαμνού[σιοι καὶ οἱ]
οἰκοῦντες τῶ[ν πο]-
λιτῶν Ῥαμν[οῦντι]
τὸν ἐπιμελητ[ὴν]
15 Ἔ̣νδιον Αἰσχ[έου]
[Αἰ]θαλίδ[ην].
Search Help