Proxeny decree of the Epirotes for Gaius Pulfennius, son of Dazos, of Brundisium.  Rectangular base of whitish limestone. 
[ ] Epeiros — Dodona — ca. 175-170 BC — SGDI II 1339 — SEG 26.703
1       ἀγαθᾶι τύχαι.
〚— — — — — — — — — — — — — — — — — —〛
2 [στρ]αταγοῦντος Ἀπειρωτᾶν Ἀντινόου Κλαθρι-
[οῦ] τὸ #⁵⁶ βʹ #⁵⁶ γραμματεύοντος δὲ συνέδροις Δοκίμου
τοῦ Κεφαλίνου Τορυδαίου, Γαμιλίου ἐμ Βουνείμαις ἕκτ-
5 αι ἐφ’ ἰκάδι, πρ(οστάτης) Λύσων Εὐρώπιος, ποθόδωμα γραψαμένου Λυσα-
νία τοῦ Νικολάου Καριώπου περὶ προξενίας Γαίωι Δάζου Πολ-
φεννίωι Βρεντεσίνοι καὶ ἀπολογιζομένου τὰν εὔνοιαν, ἃν
ἔχων διατελεῖ ποτὶ τοὺς Ἀπειρώτας, δι’ ἇς οἴετο δεῖν τιμα-
θῆμεν αὐτονί, ἔδοξε τοῖς Ἀπειρώταις, πρόξενον εἶμεν αὐτ[ὸν]
10 Γαῖον Δάζου Πολφέννιον Βρεντεσῖνον καὶ αὐτὸν καὶ ἐκ[γό]-
νους, ὑπάρχειν δὲ αὐτῶι καὶ ἀτέλειαν καὶ ἐντέλειαν καὶ ἀ[σφά]-
λειαν καὶ πολέμου καὶ εἰράνας τὰ ἀπὸ Ἀπειρωτᾶν καὶ γᾶς
καὶ οἰκίας ἔγκτασιν ἐν Ἀπείροι καὶ τὰ λοιπὰ τίμια πάντα [κα]-
θὼς καὶ τοῖς ἄλλοις προξένοις.
Search Help
Contact Us