Proxeny decree of the Epirotes for Gaius Pulfennius, son of Dazos, of
Brundisium. Rectangular base of whitish limestone.
[ ]
Epeiros — Dodona — ca. 175-170 BC — SGDI II 1339 — SEG 26.703
See also:
| 1 | ἀγαθᾶι τύχαι. |
| 〚— — — — — — — — — — — — — — — — — —〛 | |
| 2 | [στρ]αταγοῦντος Ἀπειρωτᾶν Ἀντινόου Κλαθρι- |
| [οῦ] τὸ #⁵⁶ βʹ #⁵⁶ γραμματεύοντος δὲ συνέδροις Δοκίμου | |
| τοῦ Κεφαλίνου Τορυδαίου, Γαμιλίου ἐμ Βουνείμαις ἕκτ- | |
| 5 | αι ἐφ’ ἰκάδι, πρ(οστάτης) Λύσων Εὐρώπιος, ποθόδωμα γραψαμένου Λυσα- |
| νία τοῦ Νικολάου Καριώπου περὶ προξενίας Γαίωι Δάζου Πολ- | |
| φεννίωι Βρεντεσίνοι καὶ ἀπολογιζομένου τὰν εὔνοιαν, ἃν | |
| ἔχων διατελεῖ ποτὶ τοὺς Ἀπειρώτας, δι’ ἇς οἴετο δεῖν τιμα- | |
| θῆμεν αὐτονί, ἔδοξε τοῖς Ἀπειρώταις, πρόξενον εἶμεν αὐτ[ὸν] | |
| 10 | Γαῖον Δάζου Πολφέννιον Βρεντεσῖνον καὶ αὐτὸν καὶ ἐκ[γό]- |
| νους, ὑπάρχειν δὲ αὐτῶι καὶ ἀτέλειαν καὶ ἐντέλειαν καὶ ἀ[σφά]- | |
| λειαν καὶ πολέμου καὶ εἰράνας τὰ ἀπὸ Ἀπειρωτᾶν καὶ γᾶς | |
| καὶ οἰκίας ἔγκτασιν ἐν Ἀπείροι καὶ τὰ λοιπὰ τίμια πάντα [κα]- | |
| θὼς καὶ τοῖς ἄλλοις προξένοις. |