| 1 | ἐπὶ Διονυσίου ἄρχ[οντ]ος· Ἐλαφηβολι- |
| ῶνος δευτέραι μετ’ εἰκάδας· ἐκκλησί[α] | |
| ἐμ Πειραιεῖ· Νικί[α]ς Πολυξένου Πόριος | |
| εἶπεν· ἐπειδὴ Ἀλέξανδρος εὔχρηστον | |
| 5 | ἑαυτὸν παρασκευάζει καὶ κοινεῖ καὶ ἰδί- |
| αι τοῖς ἐντυνχάνουσιν τῶν πολιτῶν, | |
| ἀγαθεῖ τύχει δεδόχθαι τεῖ βουλεῖ τοὺς | |
| λαχόντας προέδρους εἰς τὴν ἐπιοῦ- | |
| σαν ἐκκλησίαν χρηματίσαι περὶ τού- | |
| 10 | των, γνώμην δὲ ξυνβάλλεσθαι τῆς |
| [βο]υλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βου- | |
| λεῖ, ἐπαινέσαι Ἀλέξανδρον Καλλι- | |
| στράτου Θετταλὸν καὶ στεφανῶσαι | |
| θαλλοῦ στεφάνωι· δίδοσθαι δὲ αὐτῶι | |
| 15 | καὶ πολιτείαν δοκιμασθέντι ἐν τῶι |
| δικαστηρίωι κατὰ τοὺς νόμους, τοὺς | |
| δὲ θεσμοθέτας, ὅταν καὶ ὣς πληρῶσιν | |
| δικαστήριον εἰς ἕνα καὶ πεντακοσίους | |
| δικαστάς, εἰσαγαγεῖν τὴν δοκιμασίαν | |
| 20 | συννείμαντας καὶ [δ]οῦναι περὶ [αὐ]τοῦ |
| τὴν ψῆφον καὶ μὴ π[αρόντος καὶ γράψασ]- | |
| [θ]αι αὐτὸ[ν δοκιμασθέντα φυλῆς κτλ.] |
IG II²
850