| 1 | ἐπὶ Διοκλέους ἄρχοντο<ς> ἐπὶ τῆς Ἱπποθωντί- |
| δος τρίτης καὶ δεκάτης πρυτανείας, ἧι | |
| Ἀριστοφάνης Στρατοκλέους Κειριάδης ἐ- | |
| γραμμάτευεν· βουλῆς ψηφίσματα· Σκιροφο- | |
| 5 | ριῶνος τρίτει ἱσταμένου, τρίτει τῆς πρυτα- |
| νείας· βουλὴ ἐμ βουλευτηρίωι· τῶν προέδρων [ἐ]- | |
| πεψήφιζεν Φανοκλῆς Ἱππομάχου Ἀγγελῆθεν | |
| καὶ συμπρόεδροι· | |
| ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· | |
| 10 | Δημοκράτης Σουνιέως Κολωνῆθεν εἶπεν· ἐπειδ[ὴ] |
| οἱ ἐπιμεληταὶ τῶν μυστηρίων οἱ χειροτονηθέντες | |
| εἰς τὸν ἐνιαυτὸν τὸν ἐπὶ Διοκλέους ἄρχοντος τάς | |
| τε θυσίας ἔθυσαν ὅσαι καθῆκον αὐτοῖς ἐν τῶι ἐνιαυ- | |
| τῶι τεῖ τε Δήμητρι καὶ τεῖ Κόρη[ι] καὶ τοῖς ἄλλοις θεοῖς | |
| 15 | οἷς πάτριον ἦν ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ πα[ί]- |
| δων καὶ γυναικῶν, ἔθυσαν δὲ καὶ τὰ προθύματα ἀε[ὶ] | |
| καὶ τὸ ζεῦγος παρεσκεύασαν ἐκ τῶν ἰδίων εἰ[ς] | |
| τὴν κομιδὴν τῶν ἱερῶν, τὸ δὲ μερισθὲν αὐτο[ῖς] | |
| εἰς τὴν τοῦ ζεύγους τιμὴν ἐπέδωκαν τεῖ βο[υ]- | |
| 20 | λεῖ, ἐπεμελήθησαν δὲ καὶ τῆς ἅλαδε ἐλάσε[ως] |
| καὶ τῆς Ἐλευσῖνι τοῦ Ἰαάκχου ὑποδοχῆς, ὡσ〚σ〛α[ύ]- | |
| τως {²⁶ὡσα[ύ]τως}²⁶ δὲ καὶ τῶν πρὸς Ἄγραν μυστηρίων γενο- | |
| [μ]ένων δὶς ἐν τῶι ἐνιαυτῶι διὰ τὸ συντελεῖ[σ]- | |
| [θ]αι τὰ Ἐλευσίνια, ἀπέστειλαν δὲ καὶ εἰς τὰ [Ἐ]- | |
| 25 | λευσίνια θῦμα ταυρόν, ἐκρεανόμησαν δὲ κα[ὶ] |
| τεῖ βουλεῖ τοῖς ἑξακοσίοις καὶ πεντήκοντα, | |
| καὶ περὶ τούτων ἁπάντων τούς τε λόγους ἀ- | |
| [π]ενηνόχασιν πρὸς τοὺς λογιστὰς καὶ εἰς [τὸ] | |
| μητρῶιον καὶ τὰς εὐθύνας δεδώκασιν ἐν | |
| 30 | τῶι δικαστηρίωι κατὰ τοὺς νόμους καὶ τὰ |
| ἄλλα πάντα ὅσα προσῆκεν εἰς τὰς θυσίας | |
| ἀνηλώκασιν ἐκ τῶν ἰδίων φιλοτιμούμεν[οι] | |
| πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον· v ὅπως ἂν | |
| οὖν ἐφάμιλλον εἶ τοῖς φιλοτιμουμένοι[ς] | |
| 35 | εἰδόσιν ὅτι χάριτας ἀξίας κομιοῦντα[ι ὧν] |
| ἂν εὐεργετήσωσιν, v ἀγαθεῖ τύχει δε[δό]- | |
| χθαι τεῖ βουλεῖ, τοὺς προέδρους οἵτινες ἂ[ν λά]- | |
| χωσιν προεδρεύειν εἰς τὴν ἐπιοῦσαν [ἐκ]- | |
| κλησίαν χρηματίσαι περὶ τούτων, γν[ώμην] | |
| 40 | δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν [δῆ]- |
| μον ὅτι δοκεῖ τεῖ βουλεῖ, ἐπαινέσαι τ[οὺς] | |
| ἐπιμελητὰς τῶν μυστηρίων τοὺς ἐπ[ὶ Διο]- | |
| κλέους ἄρχοντος v Θρασυκλῆν ․․c.8․․․ | |
| Αὐρίδην, v Νικήτην Νικήτου [Περγασῆθεν?] | |
| 45 | καὶ στεφανῶσαι ἑκάτερο[ν αὐτῶν μυρρί]- |
| νης στεφάνωι εὐσεβείας [ἕνεκα τῆς πρὸς] | |
| τοὺς θεοὺς καὶ φιλοτι[μίας τῆς εἰς τὴν βου]- | |
| λὴν καὶ τὸν δῆμον· ε[ἶναι δὲ αὐτοῖς καὶ εἰς τὰ] | |
| λοιπὰ φιλοτιμο[υμ]έ[νοις καὶ ἄλλο ἀγαθὸν εὑ]- | |
| 50 | ρέσθαι παρὰ τοῦ [δήμου οὗ ἂν φαίνωνται ἄξιοι] |
| εἶναι· v ἀναγρά[ψαι δὲ τόδε τὸ ψήφισμα τὸν] | |
| γραμματέα τὸν [κατὰ πρυτανείαν ἐν στήλαις] | |
| λιθίναις δυσ[ὶν καὶ στῆσαι τὴν μὲν ἐν τεῖ αὐ]- | |
| λεῖ τοῦ ἱερ[οῦ τοῦ ἐν Ἐλευσῖνι, τὴν δὲ ἐν ἀκροπ]- | |
| 55 | όλει, <εἰ>ς δ[ὲ τὴν ἀναγραφὴν κτλ. — — — — —] |
IG II²
847