[ ]
Syr., Apamene — Apamea — AnnÉp (1976) 677
| 1 | ὑπὲρ τῆς αὐτο- |
| κράτορος Νερούα Τραια- | |
| νοῦ Καίσαρος Σεβ(αστοῦ) Γερμ(ανικοῦ) Δακι- | |
| κοῦ ὑγείας, Λ(ούκιος) Ἰούλιος Γ(αΐου) υἱὸς | |
| 5 | Φαβ(ία) Ἀγρίππας, βασιλικὰς τειμὰς ἔχων, |
| καὶ προγόνους χαλκαῖς δέλτοις ἐν τῷ Καπετωλίῳ· | |
| συμμάχους Ῥωμαίων ἀναγεγραμμένους, ἔχων δὲ καὶ | |
| ἀλιτουργησίαν καὶ ἐκτελέσας πᾶσαν φιλοτειμίαν | |
| αὐθαιρέτως, ἐκ τῶν ἰδίων ἀγοράσας τὸν τόπον, | |
| 10 | τάς τε θερμὰς καὶ τὴν ἐν ταύταις βασιλικὴν |
| καὶ τὴν πρὸ τούτων στοὰν σὺν τῷ ἐνόντι παντὶ | |
| κόσμῳ καὶ χαλκουργήματι κτίσας τῇ πατρίδι ἀνέθηκεν | |
| ἐπὶ Ἰουλίου Βάσσου πρεσβ(ευτοῦ) | |
| Σεβαστοῦ ἀντιστρατήγου |