1 | ἥρωι ἰατρῶι |
Εὐκλῆς Εὐνόμου | |
Κεφαλῆθεν | |
ἀνέθηκεν. | |
4a | vacat 0.14 |
5 | θεο[ί]. |
ἐπὶ Θρασυφῶντος ἄρχοντος [ἐπὶ τῆς Πανδι]- | |
ονίδος ἕκτης πρυτανείας, ἧι ․․․c.10․․․ | |
του Παιανιεὺς ἐγραμμάτε[υεν· δήμου ψή]- | |
φίσματα· Μαιμακτηριῶνος [ἕνηι καὶ νέαι], | |
10 | ἕκτει καὶ δεκάτει τῆς πρυτ[ανείας· ἐκκλη]- |
σία κυρία ἐν τῶι θεάτ[ρ]ωι· τ[ῶν προέδρων] | |
ἐπεψήφιζεν Κλεόμαχος Λα․․․c.10․․․ | |
σιος καὶ συμπρόεδροι· | |
ἔδοξεν τεῖ βουλ[εῖ]· | |
15 | Ἐμπεδίων Εὐμήλου Εὐων[υμεὺς εἶπεν]· |
ὑπὲρ ὧν τὴν πρόσοδον πε[ποίηται ὁ ἱερεὺς] | |
τοῦ ἥρωος τοῦ ἰατροῦ Οἰο[․․c.7․․ ὅπως ἂν ἐ]- | |
κ τῶν τύπων τῶν ἀνακει[μένων ἐν τῶι ἱερῶι] | |
καὶ τοῦ ἀργυρίου κατασ[κευασθῆι ἀνά]- | |
20 | θ[η]μα τῶι θεῶι [ο̣]ἰνοχό[η ․․․․c.12․․․․], |
[ἀγα]θεῖ τύχει δεδό[χθαι τεῖ βουλεῖ τοὺς] | |
[λαχ]όντας προέδ[ρους εἰς τὴν ἐπιοῦσαν] | |
[ἐκκ]λησίαν χρημα[τίσαι περὶ τούτων, γνώ]- | |
[μην] δὲ ξυμβάλλεσ[θαι τῆς βουλῆς εἰς τὸν δ]- | |
25 | [ῆμον] ὅτι δο[κ]εῖ τ[ῆι βουλῆι, ἑλέσθαι τὸν] |
[δῆ]μον [δύ]ο μὲ[ν ἄνδρας ἐξ Ἀρευπαγιτῶν], | |
[τ]ρεῖς δὲ ἐξ ἑαυτῶ[ν, οἵτινες μετά τε τοῦ] | |
[ἱ]ερέως καὶ τοῦ στρατηγ[οῦ τοῦ ἐπὶ τὴν] | |
[π]αρασκευὴν καὶ τοῦ ἀρχιτέκτονο[ς] τοῦ [ἐπὶ] | |
30 | [τ]ὰ ἱερὰ καθελόντες τοὺς τύπους καὶ εἴ τ[ι] |
[ἄ]λλο ἐστὶν ἀργυροῦν ἢ χρυσοῦν καὶ τὸ | |
[ἀ]ργύριον τὸ ἀνακείμενον στήσαντες | |
[κ]ατασκευάσουσι τῶι θεῶι ἀνάθημα ὡς | |
ἂν δύνωνται κάλλιστον καὶ ἀναθήσου- | |
35 | σιν ἐπιγράψαντες· ἡ βουλὴ ἡ ἐπὶ Θρασυφῶ[ν]- |
[τ]ος ἄρχοντος ἀπὸ τῶν ἀναθημάτων ἥρω[ι] | |
ἰατρῶι· ἀναγραψάτωσαν δὲ οἱ αἱρεθέν- | |
τες τὰ ὀνόματα τῶν ἀνατεθηκότων ἐν | |
τῶι ἱερῶι καὶ σταθμὸν εἰς στήλην λιθί- | |
40 | νην καὶ στησάτωσαν ἐν τῶι ἱερῶι· ἃ δὲ ἂν |
οἰκονομήσωσιν, λόγον καταβαλέσθαι αὐ- | |
τούς· v ἑλέσθα[ι] δὲ καὶ δημόσιον τὸν ἀντι- | |
γραψόμενον, ὅπως ἂν τούτων γενομένων | |
ἔχει καλῶς καὶ εὐσεβῶς τεῖ βουλεῖ καὶ τῶ[ι] | |
45 | δήμωι τὰ πρὸς τοὺς θεούς· v θῦσαι δὲ τῶι θε- |
ῶι ἀρεστήριον ἀπὸ πέντε καὶ δέκα δρα- | |
χμῶν· vvvv ἐπὶ τὴν κατασκευὴν τῆς οἰνο- | |
χόης τῶι ἥρωι τῶι ἰατρῶι ἐξ Ἀθηναίων ἁ- | |
πάντων κεχειροτόνηνται· v Γλαυκέτης Κη- | |
50 | φισιεύς, v Σωγένης Ἰκαριεύς, v Κόνων Ἀλω- |
πεκῆθεν· v ἐξ Ἀρευπαγιτῶν· v Θέογνις Κυδα- | |
[θ]η[να]ιεύς, vv Χάρης Ἀφιδναῖος, v δημόσιο[ς] | |
κε[χειρο]τόνηται v Δημήτριος. vacat | |
53a | vacat 0.025 |
laterculus donariorum: | |
54 | [ἐ]ν τ[ῶι] τοῦ ἥρωος τοῦ ἰατροῦ τὰ καθαιρεθέντα |
55 | [εἰ]ς τὸ ἀνάθημα· vv ἀργυρᾶ· v τέτραχμον ὃ ἀνέ- |
[θη]κεν Καλλίστρατος· v τύπον ὃν ἀνέθηκε Λα- | |
μίδιον· v τύπον ὃν ἀνέθηκεν Ζωΐλος ὑπὲρ τοῦ | |
παιδίου· v τύπον ὃν ἀνέθηκεν Καλλίστιον· | |
τύπον ὃν ἀνέθηκεν Λαμίδιον· v τύπον ὃν ἀνέθη- | |
60 | κεν Ἀσφαλίων· v τύπον ὃν ἀνέθηκεν Νικοκλῆ[ς]· |
τύπον ὃν ἀνέθηκεν Καλλίστιον· v τύπον ὃν ἀν[έ]- | |
θηκεν Φιλιστίς· v τύπον [κ]αὶ ἀσπίδιο[ν] ὃ ἀνέθη- | |
κεν Εὔθιον· v τύπον ὃν ἀνέθηκεν Ζωΐλος· v μηρο[ὺς] | |
δύο οὓς ἀνέθηκεν Ξενοκλῆς· v τύπον ὃν ἀνέθη- | |
65 | κεν Εὔκλεια· v τύπον ὃν ἀνέθηκεν Ὀλυμπίς· |
τύπον ὃν ἀνέθηκε Καλλίστιον· v ὀφθαλμοὺς | |
οὓς ἀνέθηκεν Κτήσων· v τύπον ὃν ἀνέθηκε Καλλίσ- | |
τιον· v δραχμαὶ ἓξ ․․ετ․α․․․․ ἀνεπίγραφον | |
τύπον ὃν ἀνέθηκεν Κ[αλλίστιο]ν· v μηροὺς οὓς [ἀ]- | |
70 | [ν]έθηκεν Σπινθήρ· τύπον ὃν ἀνέθηκε [Π]ατροκ[λ—]· |
[ὀφθ]αλμοὺς οὓς ἀνέθηκε Λαμίδιον· v ὀφθαλμοὺς | |
[οὓς] ἀνέθηκε Φιλοστράτη· v ἀκροστόλιον ὃ ἀ[νέ]- | |
[θηκ]ε Θεό[δ]οτος· v τύπον ὃν ἀνέθηκε Σόφον· v στ[ῆ]- | |
[θος] ὃ ἀνέθηκε Πύρων· τύπον ὃν ἀνέθηκε Μόσχ․․ | |
75 | [ὑπ]ὲρ Καλλιστράτης καὶ Καλλίππου· v τύπον ὃν |
ἀνέθηκεν Καλλίστιον· v τύπον ὃν ἀνέθηκεν | |
Καλλίστιον· v τύπον ὃν ἀνέθηκεν Καλλίστ[ιον]· | |
τύπον <ὃν> ἀνέθηκε Καλλίστιον· χεὶρ ἣν ἀνέθη[κε] | |
Νικοστράτη· τυπία δύο <ἃ> ἀνέθηκε Εὐκλῆς. | |
79a | vacat 0.025 |
rationes redditae: | |
80 | ἀργυρίου δραχμὰς v Δ𐅃𐅂𐅂𐅂· v τύπων ὁλκὴ ΗΔ𐅃𐅂· |
φιάλη ὁλκὴ Η· v κεφάλαιον v ΗΗΔΔΔ𐅂𐅂𐅂𐅂· v ἀπὸ τού- | |
του ἀρεστήριον κατὰ τὸ ψήφισμα v Δ𐅃· v καὶ συ[ν]- | |
χωνευθέντων τῶν τυπίων καὶ τῆς φιάλης | |
ἀπουσία v Δ𐅂𐅂· v καὶ εἰς ἀναγραφὴν τῆς στήλης | |
85 | 𐅃𐅂𐅂𐅂ΙΙΙ· v ἔργαστρα τῆς οἰνοχόης v Δ𐅂𐅂· v ἡ οἰνοχό- |
η ἄγει Η𐅄ΔΔΔ𐅂𐅂𐅂ΙΙΙ v κεφάλαιον v ΗΗΔΔΔ𐅂𐅂 v λοι- | |
πὸν 𐅂𐅂· v τοῦτο κατασκευασάμενοι ἀναθήσο- | |
μεν τύπον. |
IG II²
839