[ ] Att. — non-stoich. — 221/0 — IG II² 839 Add. (pt. 1.2 p. 668)
1             ἥρωι ἰατρῶι
          Εὐκλῆς Εὐνόμου
            Κεφαλῆθεν
            ἀνέθηκεν.
4a             vacat 0.14
5         θεο[ί].
ἐπὶ Θρασυφῶντος ἄρχοντος [ἐπὶ τῆς Πανδι]-
ονίδος ἕκτης πρυτανείας, ἧι ․․․c.10․․․
του Παιανιεὺς ἐγραμμάτε[υεν· δήμου ψή]-
φίσματα· Μαιμακτηριῶνος [ἕνηι καὶ νέαι],
10 ἕκτει καὶ δεκάτει τῆς πρυτ[ανείας· ἐκκλη]-
σία κυρία ἐν τῶι θεάτ[ρ]ωι· τ[ῶν προέδρων]
ἐπεψήφιζεν Κλεόμαχος Λα․․․c.10․․․
σιος καὶ συμπρόεδροι·
        ἔδοξεν τεῖ βουλ[εῖ]·
15 Ἐμπεδίων Εὐμήλου Εὐων[υμεὺς εἶπεν]·
ὑπὲρ ὧν τὴν πρόσοδον πε[ποίηται ὁ ἱερεὺς]
τοῦ ἥρωος τοῦ ἰατροῦ Οἰο[․․c.7․․ ὅπως ἂν ἐ]-
κ τῶν τύπων τῶν ἀνακει[μένων ἐν τῶι ἱερῶι]
καὶ τοῦ ἀργυρίου κατασ[κευασθῆι ἀνά]-
20 θ[η]μα τῶι θεῶι [ο̣]ἰνοχό[η ․․․․c.12․․․․],
[ἀγα]θεῖ τύχει δεδό[χθαι τεῖ βουλεῖ τοὺς]
[λαχ]όντας προέδ[ρους εἰς τὴν ἐπιοῦσαν]
[ἐκκ]λησίαν χρημα[τίσαι περὶ τούτων, γνώ]-
[μην] δὲ ξυμβάλλεσ[θαι τῆς βουλῆς εἰς τὸν δ]-
25 [ῆμον] ὅτι δο[κ]εῖ τ[ῆι βουλῆι, ἑλέσθαι τὸν]
[δῆ]μον [δύ]ο μὲ[ν ἄνδρας ἐξ Ἀρευπαγιτῶν],
[τ]ρεῖς δὲ ἐξ ἑαυτῶ[ν, οἵτινες μετά τε τοῦ]
[ἱ]ερέως καὶ τοῦ στρατηγ[οῦ τοῦ ἐπὶ τὴν]
[π]αρασκευὴν καὶ τοῦ ἀρχιτέκτονο[ς] τοῦ [ἐπὶ]
30 [τ]ὰ ἱερὰ καθελόντες τοὺς τύπους καὶ εἴ τ[ι]
[ἄ]λλο ἐστὶν ἀργυροῦν ἢ χρυσοῦν καὶ τὸ
[ἀ]ργύριον τὸ ἀνακείμενον στήσαντες
[κ]ατασκευάσουσι τῶι θεῶι ἀνάθημα ὡς
ἂν δύνωνται κάλλιστον καὶ ἀναθήσου-
35 σιν ἐπιγράψαντες· ἡ βουλὴ ἡ ἐπὶ Θρασυφῶ[ν]-
[τ]ος ἄρχοντος ἀπὸ τῶν ἀναθημάτων ἥρω[ι]
ἰατρῶι· ἀναγραψάτωσαν δὲ οἱ αἱρεθέν-
τες τὰ ὀνόματα τῶν ἀνατεθηκότων ἐν
τῶι ἱερῶι καὶ σταθμὸν εἰς στήλην λιθί-
40 νην καὶ στησάτωσαν ἐν τῶι ἱερῶι· ἃ δὲ ἂν
οἰκονομήσωσιν, λόγον καταβαλέσθαι αὐ-
τούς· v ἑλέσθα[ι] δὲ καὶ δημόσιον τὸν ἀντι-
γραψόμενον, ὅπως ἂν τούτων γενομένων
ἔχει καλῶς καὶ εὐσεβῶς τεῖ βουλεῖ καὶ τῶ[ι]
45 δήμωι τὰ πρὸς τοὺς θεούς· v θῦσαι δὲ τῶι θε-
ῶι ἀρεστήριον ἀπὸ πέντε καὶ δέκα δρα-
χμῶν· vvvv ἐπὶ τὴν κατασκευὴν τῆς οἰνο-
χόης τῶι ἥρωι τῶι ἰατρῶι ἐξ Ἀθηναίων ἁ-
πάντων κεχειροτόνηνται· v Γλαυκέτης Κη-
50 φισιεύς, v Σωγένης Ἰκαριεύς, v Κόνων Ἀλω-
πεκῆθεν· v ἐξ Ἀρευπαγιτῶν· v Θέογνις Κυδα-
[θ]ηα]ιεύς, vv Χάρης Ἀφιδναῖος, v δημόσιο[ς]
κε[χειρο]τόνηται v Δημήτριος. vacat
53a               vacat 0.025
          laterculus donariorum:
54 [ἐ]ν τ[ῶι] τοῦ ἥρωος τοῦ ἰατροῦ τὰ καθαιρεθέντα
55 [εἰ]ς τὸ ἀνάθημα· vv ἀργυρᾶ· v τέτραχμον ὃ ἀνέ-
[θη]κεν Καλλίστρατος· v τύπον ὃν ἀνέθηκε Λα-
μίδιον· v τύπον ὃν ἀνέθηκεν Ζωΐλος ὑπὲρ τοῦ
παιδίου· v τύπον ὃν ἀνέθηκεν Καλλίστιον·
τύπον ὃν ἀνέθηκεν Λαμίδιον· v τύπον ὃν ἀνέθη-
60 κεν Ἀσφαλίων· v τύπον ὃν ἀνέθηκεν Νικοκλῆ[ς]·
τύπον ὃν ἀνέθηκεν Καλλίστιον· v τύπον ὃν ἀν[έ]-
θηκεν Φιλιστίς· v τύπον [κ]αὶ ἀσπίδιο[ν] ὃ ἀνέθη-
κεν Εὔθιον· v τύπον ὃν ἀνέθηκεν Ζωΐλος· v μηρο[ὺς]
δύο οὓς ἀνέθηκεν Ξενοκλῆς· v τύπον ὃν ἀνέθη-
65 κεν Εὔκλεια· v τύπον ὃν ἀνέθηκεν Ὀλυμπίς·
τύπον ὃν ἀνέθηκε Καλλίστιον· v ὀφθαλμοὺς
οὓς ἀνέθηκεν Κτήσων· v τύπον ὃν ἀνέθηκε Καλλίσ-
τιον· v δραχμαὶ ἓξ ․․ετ․α․․․․ ἀνεπίγραφον
τύπον ὃν ἀνέθηκεν Κ[αλλίστιο]ν· v μηροὺς οὓς [ἀ]-
70 [ν]έθηκεν Σπινθήρ· τύπον ὃν ἀνέθηκε [Π]ατροκ[λ—]·
[ὀφθ]αλμοὺς οὓς ἀνέθηκε Λαμίδιον· v ὀφθαλμοὺς
[οὓς] ἀνέθηκε Φιλοστράτη· v ἀκροστόλιον ὃ ἀ[νέ]-
[θηκ]ε Θεό[δ]οτος· v τύπον ὃν ἀνέθηκε Σόφον· v στ[ῆ]-
[θος] ὃ ἀνέθηκε Πύρων· τύπον ὃν ἀνέθηκε Μόσχ․․
75 [ὑπ]ὲρ Καλλιστράτης καὶ Καλλίππου· v τύπον ὃν
ἀνέθηκεν Καλλίστιον· v τύπον ὃν ἀνέθηκεν
Καλλίστιον· v τύπον ὃν ἀνέθηκεν Καλλίστ[ιον]·
τύπον <ὃν> ἀνέθηκε Καλλίστιον· χεὶρ ἣν ἀνέθη[κε]
Νικοστράτη· τυπία δύο <ἃ> ἀνέθηκε Εὐκλῆς.
79a                vacat 0.025
            rationes redditae:
80 ἀργυρίου δραχμὰς v Δ𐅃𐅂𐅂𐅂· v τύπων ὁλκὴ ΗΔ𐅃𐅂·
φιάλη ὁλκὴ Η· v κεφάλαιον v ΗΗΔΔΔ𐅂𐅂𐅂𐅂· v ἀπὸ τού-
του ἀρεστήριον κατὰ τὸ ψήφισμα v Δ𐅃· v καὶ συ[ν]-
χωνευθέντων τῶν τυπίων καὶ τῆς φιάλης
ἀπουσία v Δ𐅂𐅂· v καὶ εἰς ἀναγραφὴν τῆς στήλης
85 𐅃𐅂𐅂𐅂ΙΙΙ· v ἔργαστρα τῆς οἰνοχόης v Δ𐅂𐅂· v ἡ οἰνοχό-
η ἄγει Η𐅄ΔΔΔ𐅂𐅂𐅂ΙΙΙ v κεφάλαιον v ΗΗΔΔΔ𐅂𐅂 v λοι-
πὸν 𐅂𐅂· v τοῦτο κατασκευασάμενοι ἀναθήσο-
μεν τύπον.
Search Help