[ ] Syria, S./Arabia-Decapolis — Gerasa (Jerash) — ca. 70 AD — JRS 10.1930.45,62 — SEG 7.894
1 [— — — δραχ]μ̣ὰ[ς ἑ]πτα[κισ]χ̣ειλίας [ἑ]κατὸν̣ ὀγ[δοήκον]-
[τα ἓξ ἀνέθηκεν(?) κατὰ τ]ὰ̣ ψηφίσματα ἐκ τῶν ἰ̣δί̣ω̣ν̣ κ̣α̣τ’ εὐχή[ν].
                                                            (γίνονται) ὁμοῦ (δραχμαὶ) ͵ηχπϛʹ.
[καὶ πρὸς αἷς ἔδ]ωκεν δραχμαῖς ὀκτακισχειλίαις̣ [ἑξ]-
5 [ακοσίαις ὀγδ]οήκοντα ἓξ Θέων Δημητρίου ὁ τοῦ
[Διὸς ἱκέτης εὐσε]βῶν εἰς τὴν οἰκοδομὴν Διὸς Ὀλυμ-
ίου, ἃς προσδεξ]άμενοι οἱ πολεῖται ἀνέλαβον εἰς
[τὸ ἔργον, ἔτι καὶ] ν̣ῦν̣ ε̣ἰς τὴν̣ μ̣έ̣λ̣λουσαν χαλκῆν
[εἰκόνα] Διὸς Φυξίου ἄλλας ἐπέδωκεν δραχ-
10 [μὰς χειλί]α̣ς̣ τ̣ριακοσ{σ}ία[ς {²⁶τριακοσίας}²⁶ δ]εκατέσσαρας,
[ὥστε τ]ὰ̣ς̣ ἐπιδοθείσας ἁπάσας εἶναι
[ἀργυρίο]υ̣ καλοῦ δο̣κ̣ίμου δραχμὰς μυρίας.
                    (γίνεται) ὁμοῦ (δραχμῶν) (μυριὰς μία).
Search Help
Contact Us