[ ] Syria, Ctr. — Palmyra (Tadmor) — 144 AD — Drijvers, Studia Aramaica = J.Sem.Stud., Suppl. 4 (1995) 31-42
1 [τὰς ἀνδριάντας τέσσαρας χαλκιὰς, ἕνα] τοῦτον τὸν ἐν
[ἱερῷ Ἀθην]ᾶς, ἕνα δὲ τὸν ἐν ἱερῷ ἄλσει, ἕνα δὲ τὸν
[ἐν ἱερῷ Ἄρεο]ς καὶ ἕνα τὸν ἐν ἱερῷ Ἀταργάτειος
[τοὺς] ἐγηγερμένους παρὰ τοῖς πρώτοις
5 τέσσαρσι ἀνδριᾶσι τοῖς ἀνεγερθεῖσι
ὑπὸ τῆς πρώτης συνοδίας Σοαδῳ Βωλιαδους
τοῦ Σοαδου τοῦ Θαιμισαμσου εὐσεβεῖ καὶ φιλο-
πατρίδι τῷ διὰ τὴν αὐτοῦ εὔνοιαν καὶ μεγαλο-
φροσύνην τὴν πρὸς τοὺς πολείτας παντὶ
10 τρόπῳ κεκοσμημένῳ ἀρεταῖς καὶ μεγίσ-
ταις τειμαῖς ἀνέστησεν ἡ ἀπὸ Ὀλογασίας ἀνα-
βᾶσα συνοδία πάντων Παλμυρηνῶν ἐπεὶ
προώρμησεν ἐπισήμως παραλαβὼν μ[ε]-
θ’ ἑαυτοῦ πολλὴν δύναμιν καὶ ἀνέστ[η]
15 [Αβ]δαλλθῳ Εειθηνῳ καὶ τοῖς ὑπ’ αὐτοῦ συναχθεῖσι ἀπὸ π[(․․․․․․․)]
[δ(․․․․․․․․․․․․)ι]ροῖς τοῖς ἐπὶ χρόνον ἐνεδρεύσασι ἀδικῆσαι τὴν σ[υνοδίαν]
[(․․․․․․․․․․)] προδιέσωσεν αὐτοὺς. διὰ τοῦτο ἀνήγειραν αὐτῷ
[τοὺς       ἀνδριάντας       ( ) ] τειμῆς χάριν συνοδιαρχούντων Μαλη Συμωνου
[(․․․․․․․․․․․․) καὶ Ε]ννιβηλου Συμωνου τοῦ Βαζεκη
20 ἔτους ενυʹ μη[νὸς] Δαισίου.
{²Texte palmyrénien.}²
Search Help
Contact Us