[ ]
Lakonike — Sparta — 167-146 BC
| 1 | ἐπὶ ἱεραπόλου τοῖ Ἀπόλλωνι τοῖ Ἀ- |
| κτίοι Θευδότου τοῦ Σώτωνος Ἀνα- | |
| κτοριέος, γραμματέος δὲ τᾶι βου- | |
| λᾶι Κλεάνδρου τοῦ Λυκίσκου Ἀνα- | |
| 5 | κτοριέος, προμνάμονος δὲ Σωπά- |
| τρου τοῦ Σωτίωνος Ἀνακτοριέος | |
| καὶ συμπρομναμόνων Ἀριστάν- | |
| δρου τοῦ Ἀρχεστράτου Θ̣υρρείου, | |
| Ἀλεξιμάχου τοῦ Καρδαμίωνος Λι- | |
| 10 | μναίου, Φιλιστίωνος τοῦ Δεξάν- |
| δρ̣ου Ματροπολίτα, μηνὸς Κουρο- | |
| τρόπου, ἔδοξε τᾶι βουλᾶι καὶ | |
| τοῖ κοινοῖ τῶν Ἀκαρνάνων· προξένους | |
| εἶμεγ καὶ εὐεργέτας τοῦ κοινοῦ | |
| 15 | τῶν Ἀκαρνάνωγ κατὰ τὸν νόμον Γόρ̣- |
| γιν Ἀλκαμένεος, Δαμαισίδαν Ἀν- | |
| δροβόλου, Λαχάρη Ἐπηράτου Λακε- | |
| δαιμονίους αὐτοὺς καὶ ἐκγόνους | |
| καὶ εἶμεν αὐτοῖς ἀσφάλειαγ καὶ ἀ- | |
| 20 | συλίαγ καὶ πολέμου καὶ εἰράνας |
| καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν καὶ | |
| τὰ ἄλλα τίμια καὶ φιλάνθρωπα πάν- | |
| τα, ὅσα καὶ τοῖς ἄλλοις προξένοις | |
| καὶ εὐεργέταις τοῦ κοινοῦ τῶν Ἀ- | |
| 25 | καρνάνων ὑπάρχει. |