[ ]
Lakonike — Sparta — 2nd/1st c. BC
| 1 | δογματογράφων Λυσινίκου τοῦ Σωτηρίδα, Νηκλέος |
| τοῦ Ἀριστοκράτεος, Πασικράτεος τοῦ Πασικλέος· | |
| τὸ δοχθὲν ὑπὸ Ἀμυκλαιέων. | |
| {²anaglyphum}² | |
| 4 | ἐπεὶ κα[τ]ασταθέντες ἔφοροι εἰς τὸν ἐπὶ Νικέα ἐνιαυτὸν Πασιτέλης |
| 5 | Τετάρτου, Εὔθυμος Λυσικράτεος, Δαμιάδας Δαμιάδα ἀξίως |
| ἀνεστρέφησαν αὑτῶν τε καὶ τᾶς ἐνχ<ει>ρισθείσας αὐτοῖς πίσ- | |
| τεως, ἐμ πᾶσιν ἀκερδῶς καὶ ἡμέρως τὸν ἐνιαυτὸν διεξα- | |
| γαγόντες, δεδόχθαι τοῖς Ἀμυκλαιέοις· ἐπαινέσαι ἐφόρους | |
| τοὺς περὶ Πασιτέλη ἐπὶ τῷ καλῶς τὰν ἀρχὰν διεξαγνηκέναι. | |
| 10 | ποιούντω δὲ αὐτοῖς καὶ ἐπὶ τᾶι προστροπᾶι ἀ<ε>ὶ μερίδα, ἕως |
| ἂν ζῶσι, ὅπως ἀε̣[ὶ] ἁ ὠβὰ μναμονεύουσα̣ τῶν γεγο<νό>των φι- | |
| [λ]ανθρώπων εἰς αὑτὰν ἀποδιδοῦσα φαίνηται τὰς καταξίους | |
| τιμάς. ἐγδόμεν δὲ τοὺς κατασταθέντας στάλαν λιθίναν, | |
| εἰς ἃν ἀναγραφήσεται τὸ δόγμα, καὶ στᾶσαι εἰς τ̣ὸ ἱερὸν τᾶς | |
| 15 | Ἀλεξάνδρας. τὰν δὲ εἰς ταύταν δαπάναν δότω ἁ ὠβὰ καὶ λόγον |
| ἐνεγκόντω περὶ τᾶς γεγενημένας δαπάνας τοὺς ἐπὶ ταῦτα | |
| κατασταθέντας. ἐπαινέσαι δὲ καὶ τὸν γραμματέα αὐτῶν | |
| Καλλικλῆ. |