Cypriot oath of allegiance to the emperor Tiberius. White marble slab.
[ ]
Kypros — Palaipaphos (Kouklia) — Nikokleia — 14 AD — JRS 50 (1960) 75-79 — AnnÉp (1962) 248 — cf. SEG 23.635; 55.1534
See also:
| 1 | [νὴ τ]ὴ̣ν ἡμετέραν Ἀκραίαν Ἀφροδίτην κα[ὶ] |
| τὴ̣[ν ἡμ]ετέραν Κόρην v καὶ τὸν ἡμέτερον Ὑλά- | |
| τη[ν Ἀπόλλ]ω καὶ τὸν ἡμέτερον Κε[ρ]υν̣ή̣την | |
| Ἀ̣πόλλω v καὶ τοὺς ἡμετέρους σωτῆρας | |
| 5 | Διοσκούρους v καὶ τὴν κοινὴν τῆς νή̣σ̣ου |
| Βουλαίαν Ἑστίαν v καὶ θεοὺς θεάς τε τοὺ[ς] | |
| κοινοὺς τῆς νήσου πατρῴους vv καὶ τὸν | |
| ἔκγονον τῆς Ἀφροδίτης σεβαστὸν θεὸν | |
| Καίσαρα vv καὶ τὴν ἀέναον Ῥώμην v καὶ τοὺ[ς] | |
| 10 | ἄλλους θεοὺς πάντας τε καὶ πάσας v αὐτο[ί] |
| τε καὶ οἱ ἔκγονοι ἡμῶν ὑπακ̣ούσεσθαι | |
| πειθαρχήσειν v κατά τε γῆν καὶ κατὰ θάλαττ[αν] | |
| εὐνοήσειν v σεβάσ<ε>σθαι vacat c. 12 | |
| Τιβέριον Καίσαρα Σεβαστοῦ ὑὸν Σεβασ- | |
| 15 | τὸν σὺν τῶι ἅπαντι αὐτοῦ οἴκωι vv καὶ vv |
| τὸν αὐτὸν ἐκείνοις φίλον τε καὶ ἐχθρὸν v | |
| ἕξειν v μετά τε τῶν ἄλλων θεῶν μ̣όνοις | |
| Ῥώμῃ καὶ Τιβερίωι Καίσαρι v Σεβ̣α̣σ̣τοῦ υἱῶι̣ | |
| Σεβαστῶι vacat c. 12 ὑοῖ̣ς̣ τε τοῦ | |
| 20 | αἵματος αὐτοῦ v καὶ οὐδενὶ ἄ̣λ̣λ̣ῳ τῶν |
| πάντων v εἰσηγήσεσθαι v ψηφ̣ί̣σ̣[α]σ̣[θαι](?) | |
| [— — — — — — — — — — — — — — — — — —] |