[ ] Phokis — Delphi — 117/116 BC — FD 3:4.282D
1 πρόσοδον Ἀπόλλωνι ἐκ τῶν ἀγελῶν καὶ θρεμμάτων ἀποκαταστῆναι δεῖ. ὅσον ἐκ τούτων χρημάτων ἄπεστι οὐ κέκρικαν
διὰ ταύτην τὴν αἰτίαν, ὅτι οὐθεὶς λόγον ἀπεδίδου πόσον θρεμμάτων ἔλαβε ἢ πόσον παρέδωκε ἢ πόσον προσόδου γε-
γένηται· οἱ προαγόμενοι καὶ ἐρωτώμενοι πόσον θρεμμάτων παρέλαβε ἢ πόσον παρέδωκε πάντες ἐλέγοσαν οὐκ ἐπί-
[σ]τ̣ασθαι, οὐδὲ ἐν γράμμασι δημοσίοις γεγραμμένον ἦν· διὰ τοῦτο ἀκέραιον ἦν, [κα]ὶ οὐ κέκρικαν. θρεμμάτων ὅσον ε[ἶ]-
5 [χε καὶ] ἀποκαταστῆναι δεῖ οὐχ εὑρήκασι διὰ ταύτην τ[ὴν αἰτίαν, ὅ]τι ὅσον ἕκασ[τ]οι παρέλαβον καὶ παρέδωκαν οἱ [ἐρωτώ]-
[μενοι οὔ] φασιν ἐπίστα[σθ]αι, οὐδὲ ἐν γράμμασι δημοσ[ίοις γεγραμ]μένον ἦν. ἐπιμελητὰς οὓς ὁ δῆμος Δελφῶν Π[․․c.7?․․]
[? ἔκριν]α[ν ? ὑποδίκους εἶναῖ ? · ․․․․c.10?․․․] ἀπέδωκαν ΞένωἈριστοβού]λου, Ἄρχων [․․c.7?․․]
Search Help
Contact Us