[ ]
Phokis — Delphi — ca. 120-115 BC — FD 3:4.43
1 | [ἔ]δοξε τῷ κοινῷ τῶν Ἀμφικτιόν[ων]· ἐπειδή, τινῶν ἀδικήματα συντελεσαμένων |
[εἰ]ς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πυθίου, ἐπελθόντες ἐπὶ τὸ συνέδριον τῶν Ἀμφικτιόνων | |
[λ]όγους ἐποιήσαντο κατὰ τῶν τὰ ἀδικήματα συντελειμένων Νικάτας Ἀ[λ]κίνου, Πολίτας | |
[Ἀ]σάνδρου, Δαμαίνετος Θρασυκλέος, Μικκύλος Εὐδόκου, Εὔδοκος Θρασυκλέος, Ἄγων Ἀριστ[ί]- | |
5 | [ω]νος, Φίλων Ἰατάδα, Ἁβρόμαχος Μαντία, Πολυτιμίδας καὶ Μεγάρτας οἱ Μελισσίωνος, Κλεόδαμος |
[Κ]λ̣έωνος, Ἄσανδρος Διονυσίου, Δίων Πολίτα, ὑφ’ ὧν καὶ ἐπιβουλευθέντες καὶ ἐκπεσόντες ἐκ τῆ[ς] | |
[πατ]ρίδος, οὐκ ἀπέστησαν τοῦ τε δικαίου καὶ καλῶς ἔχοντος καὶ τῆς τοῦ ἱεροῦ προστάσεως, [κατ]α- | |
[φυγό]ντες δὲ καὶ ἐπὶ τὴν σύγκλητον τὴν Ῥωμαίων, καὶ οὐ προϊδόμενοι οὔτε κίνδυνον οὔτε κακοπα- | |
[θίαν οὔ]τε δαπάνην, ποτικαρτερήσαντες δὲ καὶ ἐν Ῥώμῃ χρόνον ἱκανόν, καὶ ἐπελθόντες̣ ἐπὶ τὴν | |
10 | [σύγκλη]τον, ἀντιπρε[σβ]ευόντων αὐτοῖς τε {²unfinished}² |