[ ] Phokis — Delphi — 118/117 or 117/116 BC — FD 3:2.69
1 [ἄρχοντος ἐν Δελφοῖ]ς Εὐκλείδου το[ῦ Κα]λλείδο[υ, πυλαίας μεθοπ]ωρινῆς, ἱερομνημονούντων Θετταλῶν τοῦ στρα[τη]-
[γοῦ Ἀμυνέου τ]οῦ Ὀλυμπιάδο[υ Κ]ιεριέως κ[αὶ τοῦ γ]ρ̣αμ̣[ματέ]ως τοῦ συνεδρίου Ἀρχίππου τοῦ Ἀντιγένου Κιεριέως,
[παρὰ δὲ Δελφῶν Ἀμύντ]α τοῦ Εὐδώρ[ου], Καλλιδ[άμου το]Ἀμφ[ιστρά]του, παρὰ δὲ Ἀθηναίων Ἀσκληπιάδου τοῦ Ἱκεσίου,
[παρὰ δὲ Ἀχ]αιῶ[ν Φθιω]τῶν Σιμάδα Θη[β]αίου, [Ἀρχίππου Μ]ελιται[έως], παρὰ δὲ Φωκέων Τιμάρχου τοῦ Ἀντιόχου, Ἡρακλείδου
5 [τοῦ Ἡρακλ]είδο[υ Φαν]ατέω<ν>, παρὰ δὲ Μ[αγνήτων Ἀλεξ]άνδρου [τ]οῦ Φιλίππου, Φίλωνος τοῦ Διοσκουρίδου Δημητριέων, πα-
[ρὰ δὲ Αἰνιάνων Μοσ]χίωνος τοῦ Σιττ[ύρα, Νικοφίλου τ]οῦ Αἰγίδος(?) Ὑπαταίων, παρὰ δὲ Μαλιέων Πυρρία τοῦ Σατύρου
[․․c.7-8.․, παρὰ δὲ Ο]ἰταίων Εὐβούλο[υ τοῦ Σαβύττ]α Ἡρακλειώ[τ]α, παρὰ δὲ Δωριέων τῶν ἐγ Μητροπόλεως Δίωνος τοῦ
[Πολυδέκτα Ἐριναί]ου, παρὰ δὲ Δωριέω[ν τῶν ἐκ Πελ]οποννήσο[υ] Ἐμπεδοσθένου τοῦ Ἁγία Ἀργείου, παρὰ δὲ Δολό-
[πων ․․․․c.8․․․ τοῦ] Εὐλόγου Ἀγγε[ιάτου, παρὰ] δ̣ὲ Μαγνήτων ἐκ Θετταλίας Παρμενίσκου <τοῦ> Ἀμύντου
10 [Ὁμολιέως]· {²vac.}²
[ἔδοξε τοῖς Ἀμφικτύ]οσιν· vv ἐπει[δ]ὴ γεγονέ[ν]αι [τε καὶ συν]ῆχθαι τεχνιτῶν σύνοδον παρ’ Ἀθηναίοις συμβέβηκε πρῶτον, ὧν ὁ δῆμος, ἁ-
[πάντων τῶν ἐν ἀνθρ]ώποις ἀγαθῶν ἀρχη[γὸς κατασταθε]ίς, ἐγ μὲν τοῦ θηριώδους βίου μετήγαγεν τοὺς ἀνθρώπους εἰς ἡμερότη-
[τα, παραίτιος δ’ ἐγε]νήθη τῆ̣ς πρὸς ἀλλήλ[ους κοινωνί]ας vv εἰσαγαγὼν τὴν μυστηρίων παράδοσιν, καὶ διὰ τούτων παρ[α]γ-
[γείλας τοῖς Ἕλλησιν] ὅτι μ[έγι]στον ἀγαθό[ν ἐστιν ἐ]ν ἀνθρώποις ἡ πρὸς ἑαυτοὺς χρῆσίς τε καὶ πίστις· ἔτι τε τῶν δοθέντων
15 [ὑπὸ θεῶν περὶ φιλανθρώ]πων νόμων [καὶ τῆς π]αιδείας vv ὁμοίως δὲ καὶ τῆς τοῦ καρποῦ παραδόσεως ἰδίαι μὲν ἐδέξατο
[τὸ δῶρον, κοινὴν δὲ] τὴν ἐξ ἑ[α]υτ<οῦ>(?) εὐχρ[ηστίαν] τοῖς Ἕλλησιν ἀπέδωκεν· πρῶτός τε πάντων, συναγα<γ>ων τεχνιτῶν σύνοδον
[καὶ ἀγωνιστῶν, θ]υμελικ[οὺς καὶ σ]κ̣ηνι̣κ̣[οὺ]ς ἀγῶνας ἐποίησεν, οἷς καὶ συμβαίνει μαρτυρεῖν μὲν τοὺς πλείστους τῶν ἱ-
[στοριαγράφων καὶ] ποιητῶ[ν, αὐτὴν] δὲ καὶ τ[ὴ]ν ἀλήθειαν ἐμφανῶς δεικνύειν, ὑπομιμνήσκουσαν ὅτι μητρόπολίς ἐστι τῶν
[δραμάτων ἁπάντων, τ]ρα[γωιδίαν κ]αὶ κωμωι[δ]ίαν εὑροῦσά τε καὶ αὐξήσασα, ἐφ’ οἷς καὶ πολλάκις ἀποδεξάμενοι οἱ Ἀμφ[ικ]τίο-
20 [νες τὸν δῆμον κ]α[ὶ] τοὺ[ς περὶ τὸν] Διόνυσον τεχνίτας τοὺς ἐν Ἀθήναις ἐν οὐδενὶ τῶν συμφερόντων παρεωράκα[σι τὴ]ν
[σύνοδον, πάν]τα δὲ τὰ πρὸς δόξαν καὶ τιμὴν <διατείνοντα> δ[ι]ατετελέκασι συνχωροῦντες, τῶν καλῶν καὶ ἐνδόξων ἀξίους εἶναι
[ἡγούμενοι με]ταλαμβάνειν [τ]οὺς Ἀθήνησι[ν τ]εχνίτας· vv ὁμοίως δὲ καὶ νῦν συμβαίνει τὴν σύνοδον ἀπεσταλκέν̣αι
[ψήφισμά τε κ]αὶ πρεσβευτάς, [τόν] τε ἱερέα τ[οῦ Δ]ιονύσου Ἀσκληπιάδην Ἱκεσίου τραγικὸν ποιητήν, καὶ μετ’ αὐτοῦ Πολ[ύ]-
[στρατον Ἀλεξί]ωνος ἐπῶν ποιη[τήν, κ]αὶ Θρ[ασυμή]δην Δημοσθένους ἐπῶν ποιητήν, παρακαλοῦντας ἀνανεώσθαι [τ]
25 [νόμιμα καὶ πάτ]ρια τῶν τε θεῶν [καὶ τῶν Ἀθήν]ησιν τεχνιτῶν τίμια, ἵνα ἔχωσιν ἐξουσίαν οἱ καθιστάμενοι ἱερεῖς ὑ[π]
[τῶν ἐν Ἀθήναι]ς τεχνιτῶν [στεφανηφορεῖν το]ὺς πατρίους στεφάνους ἐμ πάσῃ πόλει, ὑπὸ μηδενὸς κωλυόμενοι, ἀνα[ν]ε-
[νέωνται δὲ οἱ πρ]ε̣σβευ[τ]αὶ τὰ ἐκ [τῶν παλαῖων χρόν]ων ὑπάρχοντα τοῖς τεχνιταῖς, καὶ παρακαλοῦσιν τοὺς Ἀμφικτύονας, ἀ-
[κόλουθα πράττοντας τῆ]ι τῶν̣ π̣ρ̣[ογόνων αἱρέσε]ι, συντηρῆσαι τὰ προγεγονότα ἑαυτοῖς φιλάνθρωπα· vv ὅπως οὖν οἱ Ἀμφικτύο-
[νες φαίνωνται τοῦ τ]ε Διο[νύσου τοῦ Μελπομέ]νου, ὁμ[οίως δὲ κ]αὶ τῶν ἄλλων θεῶν τῶν κατεχόντων τὴν πόλιν τὴν Ἀθ̣η̣-
30 [ναίων, καὶ τοῦ κοινοῦ τῶν τεχ]ν̣ι̣τ̣ῶ̣ν̣ τὴν με[γ][στην ποιούμεν]οι πρόνοιαν· vv δεδόχθαι τοῖς Ἀμφικτύοσιν τοὺς ἱερεῖ[ς]
[τοὺς καθισταμένους ὑπὸ τῶ]ν τεχνιτῶν τῶ[ν ἐν Ἀθήναις χρ]υσοφορεῖν τοῖς θεοῖς κατὰ πάσας τὰς πόλεις κατὰ τὰ π̣ά̣-
[τρια, ὁμοίως δὲ καὶ(?) στεφανηφ]ορεῖν, καὶ μὴ ἐξε[ῖ]να[ι κωλύειν αὐτοὺς] μήτε πόλιν μήτ[ε ἄ]ρχοντα μή[τε ἰδι]ώτην· ἐὰν δέ τις [κω]-
[λύηι, τοῦτον(?) μὲν ἀποτεῖσα]ι σ’ σ[τα]τῆρας ἱεροὺς τ[ῶι Ἀπόλλωνι(?)· ἐξεῖναι δ]ὲ καὶ δικά̣[ζεσ]θαι ἐν Ἀμφικτύοσι[ν αὐτῶι] τε τῶι κωλυ[ο]-
[μένωι καὶ ὑπὲρ αὐ]τοῦ τῶι [βο]υλομένωι, ὅπ[ως τούτων συντελουμένων, τά τε πρὸ]ς τοὺς θεοὺς τίμια [συναύ]ξη[τα]ι ὑπὸ τῶν Ἀ[μ]-
35 [φικτυόνων, καὶ τ]ὰ πρὸς τοὺ[ς τ]εχνίτας δι[αμένηι κύρια· ἐπαινέσαι δ]ὲ τὸ κοινὸν τῶν τε[χνιτῶν τῶν ἐν] Ἀθήναι[ς, κ]αὶ στεφα-
[νῶσαι δάφνης στ]εφάνωι ε[ὐσεβ]είας ἕνε[κεν τῆς πρὸς θ]εοὺς καὶ φιλοτιμίας τ[ῆ]ς πρὸς [τ]ο[ὺ]ς Ἀμφι[κ]τύον[ας, κ]αὶ [ἀνει]-
[πεῖν τὸν στέφ]ανον Πυθίων τ[ῶι γυ]νικῶ[ι ἀγῶνι κατὰ τὸν νόμον το]ὺς ἱερομνήμονας, καὶ ἐπιμελεῖσθαι αὐτοῦ ὅ[πως ἀνακηρυχ]-
[θῆι τοὺς ἱερ]ομνήμονας το[ὺς κα]θ̣ιστα[μένους ἀεί· ἐπαινέσαι] δὲ καὶ τοὺς παραγενομένους ἐ[ξ αὐτῶν πρὸς ἡμᾶς πρεσβευ]-
τάς, τὸν ἱερέα τ]ῶν τεχνιτῶν Ἀ[σκλη]πι[άδην Ἱκεσίου τραγικὸν πο]ιητήν, Πολύστρατον Ἀλεξίων[ος ἐπῶν ποιητήν, καὶ(?) Θρασυμή]-
40 [δην Δημοσθ]ένου ἐπῶν ποιη[τήν, στεφανῶσαι δὲ καὶ ἕκαστ]ον αὐ[τ]ῶν δάφνη<ς> στεφάνωι ἐπ[εὶ τὴν ἐπιδημίαν ἐποιήσαντο εὐ]-
[σχήμονα καὶ ἀξί]αν τοῦ τε δήμ[ου τοῦ Ἀθηναίων καὶ τῶν ἐν Ἀθ]ήναις τ[εχνι]τῶν καὶ τοῦ κοι[νοῦ συνεδρίου τῶν Ἀμφικτυόνων]·
[ἀναγράψαι δὲ τόδε τ]ὸ δόγμα ἐν Δελφοῖς, ὁμ[οίως δὲ καὶ ἐν] Ἀθ[ήναις ἐν ἀ]κροπ[όλ]ε[ι], π̣έμψα̣ν̣τας ἀντ̣[ίγρα]-
[φον πρὸς τὸν δῆμο]ν τὸν Ἀθηναίων· τοὺς δὲ ἱ[ερομνή]μονας ἀνενεγκεῖν τοῦδε τοῦ δόγματος ἀν-
[τίγραφα ἐ]π̣ὶ̣ π̣ά̣ν̣τα τὰ ἔθνη καὶ τὰς πόλεις, [ὅπως] παρακολουθῶσιν ἅπαντας τὰ δεδογμένα τοῖς vv
45 [ἐν Ἀθή]ναις τεχνίταις φιλάνθρωπα.
Search Help
Contact Us