[ ] Phokis — Delphi — 134 or 130 BC — FD 3:2.68 — CID 4.12 — SEG 18.249
1 [θ]εοί· δόγμα Ἀμφικτιόνων.
[ἄρχοντος ἐν Δελφοῖς Ἀριστίωνος τοῦ Ἀναξαν-
[δρί]δου, μηνὸς Βουκατίου, Πυθίοις· ἔδοξεν τοῖς Ἀ[μ]-
[φικτί]οσιν τοῖς συνελθοῦσιν, ἱερομνημονούν-
5 [των· π]αρὰ μὲν Θεσσαλῶν Λέοντος τοῦ Κλεΐ̣ππ[ου]
[Ἀτραγίο]υ, Πολλίχου τοῦ Φρύνου Γομφέως· παρὰ δὲ
[Ἀχαιῶν Φθι]ωτῶν Μνασάρχου τοῦ Λέο[ντος Λα]ρισ[αίου],
[Λαμπρομάχο]υ τοῦ Πολίτου Μελ[ιταιέως· παρὰ δὲ]
[Μαλιέων ․․c.7․․]νου τοῦ Ξενο[λάου Ἐχιναίου· πα]-
10 [ρὰ] δὲ Δολόπων Δεξάνδρου τοῦ Κλεωνύμου [Ἀγ]-
[γ]ειάτου· παρὰ δὲ Δελφῶν Ἄγωνος τοῦ Ἀριστίωνο[ς],
[Ἁ]βρομάχου τοῦ Μαντίου· παρὰ δὲ Φωκέων Τιμοκρά-
[τ]ους καὶ Φαΰλλου Λιλαιέων· παρὰ δὲ Βοιωτῶν Ἀθα-
[ν]ίου τοῦ Ὀφέλτου Θηβαίου, Δημοκρίτου τοῦ Εὐθύμου
15 [Θ]εσπιέως· παρ<ὰ> δὲ Μαγνήτων Θεοδότου τοῦ Διο-
[γ]ένου, Δημητρίου τοῦ Ἑστιαίου Δη<μη>τριέων· παρὰ
[δὲ] Αἰνιάνων Μοσχίωνος τοῦ Σιττύρα καὶ Ἐχεσθέ-
[ν]ου τοῦ Ἀριστομένου Ὑπαταίων· παρὰ δὲ Ἀθηναίων
[Διονυσο]γένου τοῦ Ἀθηνοδώρου· παρὰ δὲ Οἰταίων Φύ-
20 [ρου τοῦ] Μελάντα Ἡρακλεώτου· παρὰ δὲ Λοκρῶν τῶν Ὑ-
[ποκν]ημιδίων Πύθωνος του Ἀριστίωνος Ὀπουντίου·
[πα]ρὰ δὲ Λοκρῶν τῶν Ἑσσπερίων Δάμωνος τοῦ Ἀρι-
[σ]τάρχου Ἀμφισσέως· παρὰ δὲ Δωριέων τῶν ἐγγ Μητρο-
[π]λεως Τεισέου τοῦ Ἀλεξάνδρου Κυτινιέως· παρὰ
25 [δὲ] Περραιβῶν Χαριδήμου τοῦ Φιλοκράτου Γοννέως·
[πα]ρὰ δὲ Δωριέων τῶν ἐκ Πελοποννήσσου Διοίτα τοῦ
[Νικ]οστράτου Σικυωνίου· παρὰ δὲ Εὐβοέων Ἀντιλέον-
[το]ς τοῦ Πολιάγρου Χαλκιδέως· vvvv ἐπειδὴ οἱ περὶ
[τ]ὸν Διόνυσον τεχνῖται οἱ ἐν Ἀθήναις ψήφιζμα καὶ
30 [π]ρεζβευτὰς ἀποστείλαντες Διονύσιον Νύνφιδος
[τρ]αγικὸν ὑποδιδάσκαλον, Θυμο[τέλ]ην Φιλοκλέους
[τραγικὸν(?) ποιητήν, Ἐλπίνικον Ἐπικράτου τραγικὸν ὑπο]-
[διδάσκαλον, Φιλίωνα Φιλομήλου τραγικὸν ὑποδι]-
[δάσκαλον, Ἀρίστωνα Ζήνωνος τραγικὸν ὑποδιδάσ]-
35 [καλον, ἀνανενέωνται τὴν δεδομένην τοῖς τεχνίταις]
[τοῖς ἐν Ἀθήναις πρότερον ὑπὸ τῶν Ἀμφικτιόνων ἀσυ]-
[λίαν καὶ ἀσφάλειαν κατὰ τὸ δόγμα, καὶ παρακαλοῦσιν]
[τοὺς Ἀμφικτίονας, ἀκόλουθα πράττοντας τῆι τῶν προ]-
[γόνων αἱρέσει, συντηρῆσαι τὰ ψηφισθέντα ἑαυτοῖς]
40 [φιλάνθρωπα· ὅπως οὖν καὶ οἱ Ἀμφικτίονες φαίνωνται]
[τὰ πρότερον δεδογμένα βεβαιοῦ]ντε[ς, δεδόχθαι]
[τοῖς] Ἀμφικτίοσιν· ε[ἶναι τοῖς ἐν Ἀθή]ν̣αις τεχνίταις τ̣[ήν]
[τε] ἀσυλίαν καὶ [τὴν ἀσφάλειαν ε]ἰς τὸν ἀεὶ χρόνον κα-
[θ]ὰ καὶ ἐξ ἀρχ[ῆς ὑπῆρχεν, καὶ εἶ]ναι αὐτοὺς ἀτελεῖς,
45 [καὶ μ]ὴ ἐξ[εῖναι μηθενὶ ἄγειν] τὸν τεχνίτην τὸν με-
[τέχοντα τῆς ἐν Ἀθήναις σ]υνόδου μήτε πολέμου μή-
[τε εἰρήνης, μηδὲ συλᾶν, μ]ηδὲ ῥυσιάζειν, ἀλλ’ εἶναι
[αὐτοὺς ἱεροὺς καὶ ἀπολ]υπραγμονήτους, ἐὰν μή τις
[ἄγηι τινὰ τούτων πρὸς ἴ]διον χρέος· ἐὰν δέ τις παρὰ ταῦ-
50 [τα ποιῆι, ὑπόδικος ἔσ]τω ἐν Ἀμφικτίοσι, καὶ αὐτὸς καὶ ἡ
[πόλις ἐν ἧι ἂν τὸ ἀδίκ]ημα κατὰ τοῦ τεχνίτου συντε[λε]-
[σθῆι, ἵνα τούτων γιν]ομένων ὑπάρχηι ἥ τε ἀσυλί[α καὶ]
[ἡ ἀσφάλεια τοῖς τεχνί]ταις τοῖς ἐν Ἀθήναις, καὶ [οἱ Ἀμφι]-
[κτίονες φαίνωνται] ἀ̣κ̣όλουθα πράττοντες [τῆι]
55 [τῶν προγόνων αἱρέσ]ει· ἀναγράψαι δὲ τόδε τὸ δόγ̣μ̣[α]
[ἐν Δε]λφοῖς, ὁ̣μ̣οίως δὲ καὶ διαποστείλασθαι τοῦ δό-
[γμ]ατος τὸ ἀντίγραφον πρὸς τὸν δῆμον τὸν Ἀθηναί-
[ω]ν, ὅπως παρακολουθῇ τὰ δεδομένα φιλάνθρωπα πα-
ρὰ τῶν Ἀμφικτιόνων τοῖς ἐν Ἀθήναις τεχνίταις· εἶναι
60 δὲ ταῦτα τοῖς ἐν Ἀθήναις τεχνίταις, ἐὰμ μή τι Ῥωμαί-
οις ὑπεναντίον ἦι.
Search Help
Contact Us