[ ] Phokis — Delphi — 178/177 BC — BCH 7.1883.427
1 ἄρχοντος ἐν Δελφοῖς Πραξία, Πυθίοις· ἔδοξε
τοῖς ἱερομνημόνοις· Δελφῶν Ξενοκράτει
Πραόχου, Μελισσίωνι Εὐαγγέλου· Θεσσαλῶν Ἱπ-
πολόχωι Ἀλεξίππου, Πολυξένωι Θρασίππου
5 Λαρισαίοις· παρὰ βασιλέως Περσέως Ἁρπάλωι
Πολεμαίου Βεροιαίωι, Σιμωνίδῃ Ἀπολλωνίδου
Βεροιαίωι· Βοιωτῶν Ὀφελήμωι Ὀφελήμου Θηβαί<ωι>,
Ἑρμίᾳ Ζωΐλου Ὠρωπίωι· Ἀχαιῶν Φθιωτῶν Ξε-
νοφάει Ἄγιδος Λαρισαίωι, Κρατησιμάχωι Κλεάνδρου
10 Θηβαίωι· Μαγνήτων Χαρικλεῖ Νίκωνος, Γενθίωι Φρασι-
σθέν̣ους Δημητριεῦσιν· Δολόπων Συάγρωι Δατυιάδου·
Αἰνιάνων Λοχάγωι Ἁγήτα Καλλιπολίτῃ, Νικίαι Ἀλεξάν-
δρου Καλυδωνίωι· Ἡρακλεωτῶν Φαινέᾳ Ν̣ικέα Σωσθενεῖ· Μα-
λιέων Διοδώρωι Κριτοβούλου Λαμιεῖ· Εὐβοέων Ἀπολλοφάνει
15 Διονυσίου Χαλκιδεῖ· Ἀθηναίων Ἑρμαγόραι Λυσιστράτου· Λο-
κρῶν ἑκατέρων Προάνδρωι Προάνδρου Φόλαι, Νικάνδρωι Βίτ-
του Τριχονεῖ· Δωριέων τῶν ἐν Μητροπόλει Ἀναξάνδρωι Τε-
λεσάρχου Ἀπειρικῶι· Περραιβῶν Ἀπολλοδώρωι Ἀσκληπιο-
δώρου Φαλανναίωι· vv τᾶς ἱερᾶς χώρας ὑπάρχειν τόπον
20 ταῖς ἱεραῖς βόοις καὶ ἵπποις καταλελειμμένον ἀπὸ τᾶς ὁ-
δοῦ τᾶς ἐπὶ το Ἄστυρον ἀγούσας, ἇι ἁ ὁδὸς ἄγει ἐπὶ τὸν Παι-
παλίδαν καὶ ἐν τὸ Λακωνικόν· ἀπὸ τοῦ Λακωνικοῦ ἐν σκαι-
ὰν ἐν τὰν νάπαν τὰν ἐν Ἱεραπέτειαν· [ἀπὸ τᾶς νάπας], ὡς ἁ ὁδὸς ἄ-
γει ἁ ἐξ ἱπποδρόμου ἁ ξενὶς ἁ ἐπὶ τὸ Λ[— — —14— — —]ΚΑ[․]
25 ταῖς ἱεραῖς βόοις καὶ ἵπποις ἔστω ΠΟΤ[— — —19-20?— — —]
ποτάγειν τὰ ἰδιωτικὰ θρέμματα [— — —18-19?— — —]
τὰν ποτὶ τᾶι Κεραμείαι οὖσαν τὸ [— — —20-21?— — —]
Ἑλλανίκου ἡρώιου· εἰ δέ τις ἐπινέμ̣[ει ἐν ? τούτωι τῶι ?]
τόπωι, ἐξιουσίαν ε[ἶμεν — — —]
30 ΤΕΔΕΓ̣․[— — — τῶι]
θέοντι· ἀναγρά-
ψαι δὲ τὸ δόγμα τοὺς
ἄρχοντας τῶν Δελφῶν
ἐν τῶι ἱερῶι.
Search Help