[ ] Phokis — Delphi — 202/201-201/200 BC — FD 3:4.163
1 θεοί.
ἄρχοντος ἐν Δελφοῖς Φιλαιτώλου, πυλαίας ὀπωρινῆς, ἱερομνα-
μονούντων· Αἰτωλῶν Τελεσάρχου Ἀπιρικοῦ, Λέωνος Ναυπα-
κτίου, Στομίου Μαχετιέος, Θεοδώρου Ἀργείου, Νικοβούλου Θηβαίου,
5 Εὐρυμάχου Θαυμακοῦ, Δορυμένεος Ὑπαταίου, Θεοδώρου Κοττα-
έος, Λαττάμου Βουκατιέος, Εὐδάμου Ἀρσινοέος, Λαμίου Ἀπολλω-
NIE/OS: *KEFALLA/NWN *OI)NANQI/OU: *DELFW=N *)ARISTOMA/XOU, *KALLIKRA/-
τεος· Ἀθηναίων Ἀριστοκλέος· Βοιωτῶν Φόξου, Καλλικράτεος·
Μαγνήτων Πολεμαίου· Χίων Μητροφάνεος· γραμματεύον-
10 τος τοῖς ἱερομνάμοσιν Μενάνδρου Θαυμακοῦ·
ἀγαθᾶι τύχαι· ἔδοξε τῶι κοινῶι τῶν Ἀμφικτιόνων, ἐπεὶ ἁ πόλις
ἁ τῶν Ἀντιοχέων τῶν ἐκ τοῦ Χρυσαορέων ἔθνεος, συγγενὴς ἐοῦσα
τῶν Ἑλλάνων, ἁποστείλασα πρεσβευτὰς ποτὶ πλέονας τέτευχε
πάντων τῶν τιμίων καὶ φιλανθρώπων, καὶ Παυσίμαχος δὲ ὁ πα-
15 ρ’ αὐτῶν πρεσβεύσας ἐν ἐκείναις τε καλῶς καὶ ἀξίως τῶν Ἑλλά-
νων ἀνέστρεπται, καὶ νῦν ποτειληφὼς χρησμὸν παρὰ τοῦ θεοῦ,
κατακολουθέων {του} τούτωι, ποτελθὼν ποτὶ τὸ συνέδριον ἁμῶν
περί τε τᾶς ἱδίας πατρίδος πολλὰ κατευφάμηκε, ἐμφανίζων τὰν
εὐσέβειαν αὐτᾶς καὶ τὰν ἀρετάν, ὁμοίως δὲ καὶ περὶ βασιλέος
20 Ἀντιόχου τοῦ εὐεργέτα Ἀντιοχέων εὐλόγηκε εὐχαριστῶν
αὐτῶι διότι τὰν δαμοκρατίαν καὶ τὰν εἰράναν {αν} τοῖς Ἀντιοχεῦσιν
διαφυλάσσει κὰτ τὰν τῶν προγόνων ὑφάγησιν· vv δεδόχθαι ἀποκρίνασ-
σθαι αὐτῶι ὅτι τὸ κοινὸν τῶν Ἀμφικτιόνων τὰμ̣ μὲν πόλιν τὰν Ἀντιο-
χέων καὶ τὰν χώραν ἀναδεικνύει ἄσυλον καὶ ἱερὰν τοῦ Διὸς Χρυσαορ[έ]-
25 ως καὶ Ἀπόλλωνος Ἰσοτίμου, τὸν δὲ δᾶμον αὐτῶν καὶ βασιλῆ Ἀντίο[χον]
ἐπαινεῖ, καὶ στεφανοῖ ἑκάτερον εἰκόνι χαλκέαι ὀκταπάχει ἐπὶ πᾶσι
τοῖς προγεγραμμένοις· στᾶσαι δὲ τὰς εἰκόνας ἐν τῶι ἱερῶι τοῦ Ἀπόλ-
λωνος τοῦ Πυθίου καὶ καρῦξαι ἐν τοῖς Πυθίοις· ἐπαινεῖ δὲ καὶ Παυσί-
μαχον Ἰατροκλέος, καὶ στεφανοῖ χρυσέωι στεφάνωι ἀρετᾶς ἕνε-
30 κεν καὶ φιλοτιμίας τᾶς εἰς τὰν αὑτοῦ πατρίδα, καὶ καρῦξαι τὸν στέ-
φανον αὐτοῦ ἐν τᾶι πατρίδι, ὅταν εἰσάγηι τὸν τῶν Σωτηρίων στέ-
φανον· ὅπως δὲ καὶ ὑπόμναμα ἦι εἰς ἅπαντα τὸν χρόνον, ἀναγράψαι
τόδε τὸ ψάφισμα ἐν τᾶι βάσει τᾶι τοῦ βασιλέως Ἀντιόχου ἐν τῶι
ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ Πυθίου καὶ ἀποστεῖλαι ποτ’ Ἀντιοχεῖς
35 σφραγισαμένους τᾶι κοινᾶι τῶν Ἀμφικτιόνων σφραγῖδι.
Search Help
Contact Us