[ ]
Phokis — Delphi — 202/201-201/200 BC — FD 3:4.163
| 1 | θεοί. |
| ἄρχοντος ἐν Δελφοῖς Φιλαιτώλου, πυλαίας ὀπωρινῆς, ἱερομνα- | |
| μονούντων· Αἰτωλῶν Τελεσάρχου Ἀπιρικοῦ, Λέωνος Ναυπα- | |
| κτίου, Στομίου Μαχετιέος, Θεοδώρου Ἀργείου, Νικοβούλου Θηβαίου, | |
| 5 | Εὐρυμάχου Θαυμακοῦ, Δορυμένεος Ὑπαταίου, Θεοδώρου Κοττα- |
| έος, Λαττάμου Βουκατιέος, Εὐδάμου Ἀρσινοέος, Λαμίου Ἀπολλω- | |
| νιέος· Κεφαλλάνων Οἰνανθίου· Δελφῶν Ἀριστομάχου, Καλλικρά- | |
| τεος· Ἀθηναίων Ἀριστοκλέος· Βοιωτῶν Φόξου, Καλλικράτεος· | |
| Μαγνήτων Πολεμαίου· Χίων Μητροφάνεος· γραμματεύον- | |
| 10 | τος τοῖς ἱερομνάμοσιν Μενάνδρου Θαυμακοῦ· |
| ἀγαθᾶι τύχαι· ἔδοξε τῶι κοινῶι τῶν Ἀμφικτιόνων, ἐπεὶ ἁ πόλις | |
| ἁ τῶν Ἀντιοχέων τῶν ἐκ τοῦ Χρυσαορέων ἔθνεος, συγγενὴς ἐοῦσα | |
| τῶν Ἑλλάνων, ἁποστείλασα πρεσβευτὰς ποτὶ πλέονας τέτευχε | |
| πάντων τῶν τιμίων καὶ φιλανθρώπων, καὶ Παυσίμαχος δὲ ὁ πα- | |
| 15 | ρ’ αὐτῶν πρεσβεύσας ἐν ἐκείναις τε καλῶς καὶ ἀξίως τῶν Ἑλλά- |
| νων ἀνέστρεπται, καὶ νῦν ποτειληφὼς χρησμὸν παρὰ τοῦ θεοῦ, | |
| κατακολουθέων {του} τούτωι, ποτελθὼν ποτὶ τὸ συνέδριον ἁμῶν | |
| περί τε τᾶς ἱδίας πατρίδος πολλὰ κατευφάμηκε, ἐμφανίζων τὰν | |
| εὐσέβειαν αὐτᾶς καὶ τὰν ἀρετάν, ὁμοίως δὲ καὶ περὶ βασιλέος | |
| 20 | Ἀντιόχου τοῦ εὐεργέτα Ἀντιοχέων εὐλόγηκε εὐχαριστῶν |
| αὐτῶι διότι τὰν δαμοκρατίαν καὶ τὰν εἰράναν {αν} τοῖς Ἀντιοχεῦσιν | |
| διαφυλάσσει κὰτ τὰν τῶν προγόνων ὑφάγησιν· vv δεδόχθαι ἀποκρίνασ- | |
| σθαι αὐτῶι ὅτι τὸ κοινὸν τῶν Ἀμφικτιόνων τὰμ̣ μὲν πόλιν τὰν Ἀντιο- | |
| χέων καὶ τὰν χώραν ἀναδεικνύει ἄσυλον καὶ ἱερὰν τοῦ Διὸς Χρυσαορ[έ]- | |
| 25 | ως καὶ Ἀπόλλωνος Ἰσοτίμου, τὸν δὲ δᾶμον αὐτῶν καὶ βασιλῆ Ἀντίο[χον] |
| ἐπαινεῖ, καὶ στεφανοῖ ἑκάτερον εἰκόνι χαλκέαι ὀκταπάχει ἐπὶ πᾶσι | |
| τοῖς προγεγραμμένοις· στᾶσαι δὲ τὰς εἰκόνας ἐν τῶι ἱερῶι τοῦ Ἀπόλ- | |
| λωνος τοῦ Πυθίου καὶ καρῦξαι ἐν τοῖς Πυθίοις· ἐπαινεῖ δὲ καὶ Παυσί- | |
| μαχον Ἰατροκλέος, καὶ στεφανοῖ χρυσέωι στεφάνωι ἀρετᾶς ἕνε- | |
| 30 | κεν καὶ φιλοτιμίας τᾶς εἰς τὰν αὑτοῦ πατρίδα, καὶ καρῦξαι τὸν στέ- |
| φανον αὐτοῦ ἐν τᾶι πατρίδι, ὅταν εἰσάγηι τὸν τῶν Σωτηρίων στέ- | |
| φανον· ὅπως δὲ καὶ ὑπόμναμα ἦι εἰς ἅπαντα τὸν χρόνον, ἀναγράψαι | |
| τόδε τὸ ψάφισμα ἐν τᾶι βάσει τᾶι τοῦ βασιλέως Ἀντιόχου ἐν τῶι | |
| ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ Πυθίου καὶ ἀποστεῖλαι ποτ’ Ἀντιοχεῖς | |
| 35 | σφραγισαμένους τᾶι κοινᾶι τῶν Ἀμφικτιόνων σφραγῖδι. |