[ ] Phokis — Delphi — 204/203-203/202 BC — FD 3:2.134b
A.1 [θεο]ί.
[ἐπὶ Μεγάρτα ἄρχοντος, πυλαίας ἠρινῆ]ς, ἱερομναμονούν̣-
[τ]ων Αἰτωλῶν Ἀριστάρχου Ἀμφισσέος, Φιλλέα Ν̣α̣[υπακτί]-
ο̣υ, Λαμίου Οἰκυλειέος, Ξενοκράτεος Στρατίου, Λεοντ[ο]-
5 μένεος Φυταιέος, Βουθήρα Ἀρσινοέος, Ἀγοραίου Ὑπα-
ταίου, Πυρρία Θηβαίου, Ἁρμόστου Λαμιέος, Δαμοκρά[τεος]
Εἰτεαίου, Λαμίσκου Ἀργείου· Κεφαλλάνων Σωτάκ[ου Σαμαί]-
ου· Δελφῶν Πραόχου, Πατρέα· Χίων Πλειστία· Μαγν̣[ήτων ․․․․]
γένεος· Ἀθηναίων Ἀμύκλα· ἐπεὶ παραγενόμενοι̣ [πρεσβευ]-
10 ταὶ παρὰ τοῦ δάμου τοῦ Τηΐων ποτὶ τὸ κοινὸν τ[ῶν Αἰτω]-
λῶν Πυθαγόρας Κλείτου καὶ Κλεῖτος Κλείτου, [καὶ (?) ἐπελθόν]-
τες ποτὶ τοὺς ἱερομνάμονας, ἐνεφάνιξαν τ[ὰ δεδομένα]
παρὰ τῶν Αἰτωλῶν φιλάνθρωπα καὶ τίμια τ[ῶι δάμωι]
τῶι Τηΐων· ἔδοξε τοῖς Ἀμφικτιόνοις τὰμ π[όλιν καὶ τὰν]
15 χώραν τῶν Τηΐων ἱερὰν εἶμεν καὶ ἄσυλον Δι[ονύσου ἀπὸ]
πάντων, καὶ ὑπάρχειν τοῖς Τηΐοις καὶ τοῖς ἐν Τέω[ι κατοι]-
[κ]εόντοις παρ’ Ἀμφικτιόνων τὰ φιλάνθρωπα καὶ τίμια̣
[πά]ντα ὅσα καὶ τοῖς Διονυσιακοῖς τεχνίταις δέδοτα[ι]
[παρὰ] τῶν Ἀμφικτιόνων.
Search Help
Contact Us