[ ] Phokis — Delphi — 206/205-204/203 BC — FD 3:4.362
1 [θ]εο[ί].
[ἄρχ]οντος ἐν Δελφοῖς Δαμ̣[οκράτε]-
[ος(?)], ἱερομναμονού<ν>των Αἰτωλ[ῶν]
[․․․․]άνδρου Φόλ̣α, Κρατίνου Τριτέ[ος],
5 [․․․․]στράτου Σκαρφέος, Ἀλεξάνδου]
[․․․․]ιάδα, Φιλεταίρου Μελιταιέος, Μ[ε]-
[νεκρ]ά̣τεος Λεπαδαίου, Ἀνδρονίκου Κ[υ]-
[τινιέο]ς, Λυκέα Ῥαδανίου, Νικιάδα Κυφα[ι]-
[ρέος, Ἀρ]χεδάμου Προσχείου, Φαλαίκου
10 [․4-5․]ά̣ου, Ἀριστοδάμου Πρώννου· Λυ-
[․4-5․]ου, Ἡρία Δελφῶν· Εἰρανίωνος
[Ἀθ]αναίου· Ἀλθαίου Χίου· Ἀπολλοδώρου
[Τ]αναγραίου· ἔδοξεν τοῖς Ἀμφικτύοσι·
[ἐ]πειδὴ Φίλιστος Μοσχίωνος Κῶιος,
15 [ἰατ]ρεύων ἐν Δελφοῖς, τὰς χρείας πα-
[ρέ]χεται κατὰ τὰν τέχναν ἀπροφασί-
στως, ἐκτενῶς πᾶσι τοῖς παραγινο-
μένοις ποτὶ τὸν θεόν, ἀξίως τᾶς τῶν
Κώιων πόλιος, τάν τε λοιπὰν ἀναστροφὰ-
20 ν καλ{λ}ῶς {²⁶καλῶς}²⁶ καὶ ἐνδόξως ποιεῖται, ἐπαινέ-
σαι τε οὖν αὐτὸν καὶ στεφανῶσαι χρυ-
σῶι στεφάνωι καὶ ἀναγορεῦσαι ἐν
τῶι γυμνικῶι <ἀγῶνι> τῶν Σωτηρίων· δεδό-
σθαι δὲ αὐτῶι καὶ προδικίαν· εἶμεν δὲ καὶ
25 ἀσφάλειαν <αὐ>τῶι καὶ πολέμου καὶ εἰράνας·
ἀναγράψαι δὲ τὰ δεδογμένα ἐν στά-
λαν λιθίναν καὶ ἀναθέμεν ἐν τῶι ἱερῶι
τοῦ Ἀπόλλωνος τοῦ Πυθίου· δόμεν [δ]
[κ]αὶ τοῖς τὰ Πύθια ἐπαγγελλόντοις τᾶι
30 τῶν Κώιων πόλει τοῦ ψαφίσματος τὸ ἀ[ν]-
τίγραφον ὅπως ἀναγορευθῇ ὁ στέφανος
τοῖς Διονυσίοις τοῖς ἐν Κῶι καὶ τοῖς
[Ἀ]σκλαπιείοις· ἀναθέμεν δὲ καὶ στάλ[αν]
[ἐ]ν τῶι ἰερῶι τοῦ Ἀσκλαπιοῦ.
Search Help
Contact Us