[ ]
Phokis — Delphi — 206/205-204/203 BC — FD 3:4.362
1 | [θ]εο[ί]. |
[ἄρχ]οντος ἐν Δελφοῖς Δαμ̣[οκράτε]- | |
[ος(?)], ἱερομναμονού<ν>των Αἰτωλ[ῶν] | |
[․․․․]άνδρου Φόλ̣α, Κρατίνου Τριτέ[ος], | |
5 | [․․․․]στράτου Σκαρφέος, Ἀλεξάνδ[ρου] |
[․․․․]ιάδα, Φιλεταίρου Μελιταιέος, Μ[ε]- | |
[νεκρ]ά̣τεος Λεπαδαίου, Ἀνδρονίκου Κ[υ]- | |
[τινιέο]ς, Λυκέα Ῥαδανίου, Νικιάδα Κυφα[ι]- | |
[ρέος, Ἀρ]χεδάμου Προσχείου, Φαλαίκου | |
10 | [․4-5․]ά̣ου, Ἀριστοδάμου Πρώννου· Λυ- |
[․4-5․]ου, Ἡρία Δελφῶν· Εἰρανίωνος | |
[Ἀθ]αναίου· Ἀλθαίου Χίου· Ἀπολλοδώρου | |
[Τ]αναγραίου· ἔδοξεν τοῖς Ἀμφικτύοσι· | |
[ἐ]πειδὴ Φίλιστος Μοσχίωνος Κῶιος, | |
15 | [ἰατ]ρεύων ἐν Δελφοῖς, τὰς χρείας πα- |
[ρέ]χεται κατὰ τὰν τέχναν ἀπροφασί- | |
στως, ἐκτενῶς πᾶσι τοῖς παραγινο- | |
μένοις ποτὶ τὸν θεόν, ἀξίως τᾶς τῶν | |
Κώιων πόλιος, τάν τε λοιπὰν ἀναστροφὰ- | |
20 | ν καλ{λ}ῶς {²⁶καλῶς}²⁶ καὶ ἐνδόξως ποιεῖται, ἐπαινέ- |
σαι τε οὖν αὐτὸν καὶ στεφανῶσαι χρυ- | |
σῶι στεφάνωι καὶ ἀναγορεῦσαι ἐν | |
τῶι γυμνικῶι <ἀγῶνι> τῶν Σωτηρίων· δεδό- | |
σθαι δὲ αὐτῶι καὶ προδικίαν· εἶμεν δὲ καὶ | |
25 | ἀσφάλειαν <αὐ>τῶι καὶ πολέμου καὶ εἰράνας· |
ἀναγράψαι δὲ τὰ δεδογμένα ἐν στά- | |
λαν λιθίναν καὶ ἀναθέμεν ἐν τῶι ἱερῶι | |
τοῦ Ἀπόλλωνος τοῦ Πυθίου· δόμεν [δ]ὲ | |
[κ]αὶ τοῖς τὰ Πύθια ἐπαγγελλόντοις τᾶι | |
30 | τῶν Κώιων πόλει τοῦ ψαφίσματος τὸ ἀ[ν]- |
τίγραφον ὅπως ἀναγορευθῇ ὁ στέφανος | |
τοῖς Διονυσίοις τοῖς ἐν Κῶι καὶ τοῖς | |
[Ἀ]σκλαπιείοις· ἀναθέμεν δὲ καὶ στάλ[αν] | |
[ἐ]ν τῶι ἰερῶι τοῦ Ἀσκλαπιοῦ. |