[ ]
Phokis — Delphi — 209-203 BC — FD 3:2.86
1 | [θ]εοί. |
[Στραταγ]έ[ο]ντος Λαττάμου, ἄρχον[τος] | |
[δὲ ἐν Δελφοῖς Δαμοκράτ]εος, [ἱερομνα]- | |
[μονούντων {²nοm + ethn., nom + ethn.}² 〛 | |
5 | [․․․ο]ς, [Φ]αίκου Θαυμακ[ο]ῦ, Πολ[․․․c.7․․․] |
Σ̣τ̣ρ̣ατίου, Λαμίου Δαστιάδα, Λαΐστα Ὑπο- | |
σειρίου, Θαρσύα Οἰναίου, Δαμοκρίτου Με- | |
ταπίου, Πολλέα Φαρσαλίου, Θεοδότου | |
[Ἀ]περαντοῦ, Ὑλαίου Λυσιμαχέος· Λυκίσκου | |
10 | Θεσπιέως· Εὐδάμου Ἀθηναίου· Δαμοκρίτου Ἀμ- |
βρακιώτα· [Δ]ράκοντος Κεφαλλᾶνος· Ἡροδό- | |
του Χίων· ἔδοξε τοῖς Ἀμφικτιόνεσσι· ἐπειδὴ Εὔ- | |
δαμος Ἀπολλωνίου Ἀθηναῖος, παραγενόμενος | |
ἐν Δελφούς, τάς τε θυσίας ἔθυσε τὰς πατρί- | |
15 | ους καλῶς καὶ φιλοτίμως, πλείσταν σπουδὰν |
ποιούμενος τᾶς ἐν τὸ δαιμόνιον εὐσεβείας, ἐπε- | |
μελήθη δὲ καὶ τῶν λοιπῶν ἀκολούθως τοῖς τε | |
νόμοις καὶ τοῖς ψαφίσμασι τῶν Ἀμφικτιόνων, | |
καὶ ἀξίως καὶ τοῦ θεοῦ καὶ τᾶς πόλιος τὰν ἐπιδα- | |
20 | μίαν ἐποιήσατο μετὰ τῶν λοιπῶν ἱερομναμό- |
νων· ὅπως οὖν φαίνηται τὸ κοινὸν τῶν Ἀμφικτιό- | |
νων ἀξίως ἐπιστρεφόμενον τᾶς τῶν εὐεργετᾶν | |
τιμᾶς, ἐπαινέσαι τὰν πόλιν τῶν Ἀθηναίων ἐπὶ τᾶι | |
ἀποστολᾶι τοῦ ἀνδρὸς καὶ αὐτὸν Εὔδαμον Ἀπολ- | |
25 | λωνίου Ἀθηναῖον, καὶ στεφανῶσαι χρυσῶι στεφάνωι |
εὐνοίας ἕνεκεν καὶ φιλοτιμίας τᾶς εἰς τὸ κοινὸν | |
τῶν Ἀμφικτιόνων· τὸν δὲ στέφανον ἀνακαρῦ- | |
[ξαι] ἐν μὲν Δελφοῖς Σωτηρικοῖς τῶι ἀγῶνι, [ἐν Ἀ]- | |
θήναις δὲ ἐν τοῖς Διονυσίοις ἐν τῶι θε[άτρωι], | |
30 | [ὅ]τι τοὶ Ἀμφικτίονες στεφανοῦντ[ι χρυσῶι] |
[στεφάνωι] Εὔδ̣αμον Ἀπολλων[ίου Ἀθηναῖον] | |
[ἀρετᾶς καὶ εὐσεβεία]ς [ἕν]ε̣κ̣[εν κ]αὶ εὐν[οίας] | |
[τᾶς εἰς τὸ κοι]νὸν τῶν Ἀμφικτιόνων· δεδόσθαι | |
[δὲ αὐτῶι καὶ] ἀσφάλειαν, καὶ ἀσυλίαν ἀπὸ πάντων | |
35 | [καὶ προδικίαν, καὶ] ἀτέλειαν, καὶ προεδρίαν ἐν πᾶσιν |
[τοῖς ἀγώνοις οἷς τίθεντ]ι τοὶ Ἀμφικτίονες, καὶ τὰ ἄλλα | |
[ὅσα τοῖς ἀνδράσιν οἳ εὐεργε]τοῦντι τὸν θεὸν καὶ τὸ κοινὸν | |
[τῶν Ἀμφικτιόνων· ὑπάρχειν δ]ὲ τὰς τιμὰς ταύτας | |
[αὐτῶι καὶ ἐκγόνοις· ὅπως δὲ καὶ δ]ι̣α̣[μένηι ὐπόμνη]- | |
40 | [μα τούτων εἰς τὸν ἅπαντα χρόνον, ἀναγράψαι τόδε] |
[τὸ ψάφισμα εἰς τὸν οἶκον τῶν Ἀθηναίων ἐν] | |
[Δε]λφοῖς [ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος]· | |
[τὸ] δὲ ἀ[νάλωμα τὸ εἰς ταῦτα δοῦναι τὸν γραμ]- | |
ματέα τῶ[ν ἱερομναμόνων]. |