[ ]
Phokis — Delphi — 212-205 BC — FD 3:3.220
1 | θεοί. |
[ἄρχον]τος ἐν Δελφοῖς Πολυκλείτου, ἱερομναμο[ν]ο̣ύ̣[ν]- | |
[των ․]ΙΟΛΟΥ Φαρσαλίου, Πολεμάρχου Εἰδαίου, Φ[αλ]ακρίω- | |
[νο]ς Παροχθέου, Πειθιμένεος Θεστιέος, Φίλωνος Φυσκέ- | |
5 | [ο]ς, [Λ]αμίου Λυσιμαχέος, Θρασυβουλίδα Στρατίου, Ἀρχιδά- |
μου Καλλιπολίτα, [Τ]ιμάρχου Πτολεμαιέος, Λέωνος ΙΕΚ- | |
ΡΙΕΟΣ, Τιμομάχου Ὁμιλιάδα, Ἀριστά<ρ>χου Ἀμβρακιώτα· Δελ- | |
φῶν Παρνασίου, Βαβύ<λ>ου· Χίων Λεωχίδου· Βοιωτῶν Φιλοξέν- | |
ου, Νίκωνος· Ἀθηναίω[ν] Μενάνδρου· γραμματεύοντος | |
10 | [Μ]οσχίωνος Ἡρακλειώτα· ἔδοξεν τοῖς Ἀμφικτιόνοις· ἐπειδὴ |
Λεωχίδης Ἀναξιάδου Χῖος ἀποσταλεὶς ἱερομνάμων ὑπὸ τᾶ<ς> | |
πόλιος τᾶς Χίων, τά τε κατὰ τὰς θυσίας καλῶς καὶ λαμπρῶς | |
συνετέλεσεν, οὐδεμίαν ὑπερβολὴν καταλείπων φιλοτιμί- | |
ας τὰν πᾶσάν τε σπουδὰν ποιούμενος τᾶς εἰς τὸ δαιμόνιον | |
15 | εὐσεβείας, ἐπεμελήθη δὲ τᾶς θεραπείας τῶν ἀναθημάτ- |
ων, τοῦ τε βωμοῦ καὶ τῶν ἄλλω[ν π]άντων ὧν ἀνέθηκεν ἁ πό- | |
λις ἁ Χίων, τάς τε δίκας μετὰ τῶν συνιερομναμόνων τὰς μὲν | |
διέλυσε, τὰς δὲ διέκρινε δικαίως <καὶ> κατὰ τοὺς νόμ̣ους, διε[τ]έλει | |
δὲ καὶ χρείας παρεχόμενος πάντοις τοῖς ἀφικνουμένοις εἰς τὰ- | |
20 | μ πόλιν, ἀπόδειξιν ποιούμενος τᾶς εὐνοίας ἃν ἔχει [ποτὶ τὸ ἔ]θν[ος] |
τῶν Αἰτωλῶν καὶ τοὺς ἄλλους Ἀμφικτίονας, <ἔ>ν [τε τᾶι ἄλλαι ἀρ]- | |
χᾶι διατετέλεκεν τοῖς τε ἱερομναμόνοις καὶ τοῖς ἄλλ[οις ἐν] | |
πολλοῖς καὶ μεγάλοις χρήσιμος ὢν καὶ λέγων καὶ π[ράσσων ἀεὶ] | |
τὰ συμφέροντα τοῖς Ἀμφικτιόνοις καὶ παρεχόμε[νος αὑτὸν ἄξι]- | |
25 | ον τᾶ{τα}ς {²⁶τᾶς}²⁶ πόλιος τᾶς Χίων καὶ τῶν Αἰτωλ[ῶν· ὅπως οὖν τὸ κοινὸν] |
τῶν Ἀμφικτιόνων φαίνηται τᾶς εὐχαριστία[ς τᾶς ποτὶ τοὺς εὐερ]- | |
γέτας καλῶς [προεσ]τακὸς καὶ τιμὰς ἀπο[νέμον αὐτοῖς ἀξίας] | |
τᾶς ἐν αὑτοὺς [φιλο]τιμίας, ἐπαινέσαι τ[ὰμ πόλιν τὰν Χίων ἐπὶ] | |
τᾶι ἀποστολᾶι [τοῦ] ἀνδρός, ἐπαινέσαι δ[ὲ καὶ αὐτον Λεωχίδην] | |
30 | Ἀναξιάδου Χῖον καὶ στεφανῶσαι χρυ[σέωι στεφάνωι καὶ εἰκόσι] |
χαλκέαις δυσί· τὸν δὲ στέφανον ἀ[ναγορευσαι τοῖς Σωτηρί(?)]- | |
οις ἐν τῶι ἀγῶνι τῶι γυμνικῶι κα[ὶ τοῖς Διονυσίοις ἐν τῶι θε]- | |
άτρωι, ἐπεί κα τῶν παίδων χ̣[οροὶ μέλλωντι ἀγωνίζεσθαι, ὅτι] | |
[τοὶ Ἀμ]φικτίονες στεφαν[οῦντι — — — — — — — — — — — —] | |
35 | {²traces}² |