[ ] Phokis — Delphi — 210-206 BC — FD 3:3.222
1 θ̣εο[ί].
ἄρχοντος ἐν Δελφοῖς Βαβύλου, ἱερομναμο-
νούντων [Αἰ]τωλῶν Χλ<α>ινέα Καλυδων̣ί̣ο̣υ, Λ[․]ΟΝΙ[․]
ου Φόλα, [Νυμ]φοδότου Αἱμονιέος, Πυρρανθι[․․6․․․]
5 ου, Ἀλε[ξάν]δρου Θυρισκαίου, Λέωνος Λιμνα[ου ․․․]
ΞΙ[․․5-6․․]φέως, Δάμωνος Κυτινιέος, ΛΙ[․․]ΓΛ[․․]
[․․5-6․․ Ἀρ]χίππου Μελιταιέος, Φιλαχα[ίου] Κ̣ΟΡΙΟ̣
[․․․6․․․ω]νος Ὑαίου· Χίων Πολυαρχίδου· [Δελφ][ν]
[․․․․8․․․․]αγόρα· Ἀθαμάνων Θευδότου [․․5․․]
10 [․․· γραμμα]τεύοντος τοῖς ἱερομναμόνοις [․․․]
[․․․․8․․․․]ος· ἔδοξε τοῖς Ἀμφικτιόν̣ο̣ι̣ς̣· [ἐπε]ι-
[δὴ Πολυαρχί]δ̣ης Ἑρμάρχου Χῖος ἀποσταλεὶς [ἱε]-
[ρομνάμων] ὑπὸ τᾶς πόλιος τᾶς Χί[ω]ν [τ][τε]
[κατὰ τὰς θυ]σ̣ίας καλῶς καὶ λαμ̣πρ[ῶ]ς [συνε]-
15 [τέλεσεν, οὐ]δεμίαν ὑπερβολὴν καταλείπων
[φιλοτιμίας τ]ὰν πᾶσάν τε σπουδὰν ποι[ού]με-
[νος τᾶς εἰς τ]ὸ δαιμόνιον εὐσεβείας, ἐπεμε-
[λήθη δὲ τᾶς θ]εραπείας τῶν ἀναθημά[των, τοῦ]
[τε βωμοῦ] καὶ τῶν ἄλλων πάντων ὧν ἀνέθη-
20 [κεν ἁ πόλι]ς ἁ Χίων, τάς τε δίκας μ[ετὰ τῶ]ν
[συνιερομνα]μόνων τὰς μὲν διέλυσεν, [τὰς δὲ]
[διέκρινεν] δικαίως καὶ κατὰ τοὺς νόμους,
[διετέλει δὲ] κ̣αὶ χρείας παρεχόμενος πάν-
[τ]ο[ις τοῖς ἀφικ]νουμένοις ἐν τὰν πόλ[ι]ν,
25 ἀπόδ[ειξιν ποι]ούμενος τᾶς εὐνοίας [ἃ]ν ἔ-
χει π[οτὶ τὸ ἔθνο]ς τῶν Αἰτωλῶν καὶ τοὺ-
ς ἄλ[λους Ἀμφι]κτίονας ἔν τε τᾶι ἄ[λλαι]
ἀρχᾶι δ[ι]ατ[ετ]έλεκεν τοῖς τε συνιερο-
[μ]ναμόνοις [καὶ τ]οῖς ἄλλοις ἐν πολλοῖς [καὶ]
30 [μεγ]άλοις χ[ρήσι]μος ὢν καὶ λέγων καὶ
[πράσ]σων τ[ὰ συ]μφέροντα τοῖς Ἀμφικ[τι][νοι]-
[ς καὶ πα]ρεχ[όμε]νος αὑτὸν ἄξιον τᾶς τε πόλ[ιο]-
[ς τᾶς Χίω]ν καὶ [τῶ]ν Α[ἰτ]ωλῶν· ὅπως ο[ὖν καὶ τ]
[κοινὸν τῶ]ν Ἀ[μ]φικτιόνων φαίνητα[ι τᾶς εὐ]-
35 [χαριστίας τᾶ]ς πρὸς τοὺς εὐεργέ[τας κα]-
[λῶς προεστα]κὸς καὶ [τ]ιμὰς ἀπονέμον
[αὐτοῖς ἀξίας] τᾶς ἐν [α]ὑτοὺς φιλο[τιμίας]·
[ἐπαινέσαι μὲν τ]ὰμ πόλιν τ[ὰν Χί]ων ἐπὶ τᾶι [ἀ]-
[ποστολᾶι τοῦ] ἀνδρός, ἐ[παινέσαι δὲ καὶ αὐ]-
40 [τὸν Πολυαρχίδ]ην Ἑρμ[άρχου Χῖον καὶ στεφανῶ]-
[σαι χρυσέωι στ]εφάν[ωι καὶ εἰκόσι χαλκέαις]
[δυσί, τὸν δὲ στέφαν]ον α[ὐτοῦ ἀν]αγ[ορεῦσ]αι
[Σωτηρίοις(?) ἐν τῶι] ἀγ[ῶνι τῶι γυ]μνικῶι [καὶ τοῖς]
[Διονυσίοις ἐν τῶι θεάτρ]ωι, ἐπεί κα τῶν πα-
45 [ίδων χοροὶ μέλλωντι ἀ]γωνίζε[σθ]αι, ὅτι
[τοὶ Ἀμφικτίονες στεφανο]ῦντι τὸν [ἱερομνά]-
[μονα Πολυαρχίδ]ην [Ἑρ]μάρχου Χῖο[ν χ]ρ[υσ]έ̣-
[ωι στεφάνωι, στάσ]οντι δὲ αὐτοῦ καὶ ε[ἰκ]όνας
[χαλκέας δύο, τὰ]μ μὲν ἐν Δελφοῖς [․․․6․․․]
50 [․․․6․․․ τὰν δὲ] ἐν Χίωι, ἀρετᾶς ἕνεκε[ν] κ̣α̣[ὶ εὐ]-
[σεβείας τᾶς ἐν] τὸν θεὸν καὶ εὐνοία[ς ἃ]ν̣ δια-
[τελεῖ ἔχων] ἐν τὸ κοινὸν τῶν Ἀμ[φικτιό]νω̣[ν]·
[δεδόσθαι δ]ὲ αὐτῶι καὶ ἀσφάλειαν [κα]ὶ ἀ-
[τέλειαν πά]ντων καὶ προδικίαν καὶ ἀ[σ]υλί-
55 [αν καὶ προεδρί]αν ἐν πάντοις το<ῖ>ς ἀγών[οις οἷ]-
[ς τίθεντι τοὶ Ἀ]μφικτίονες καὶ τἆλλα ὅ[σα δί]-
[δοται τοῖς εὐ]εργετούντοις τὸν θεὸν κ[αὶ]
[τὸ κοινὸν τῶν Ἀ]μφικτιόνων· ὑπάρχειν [δ][τὰς]
[αὐτὰς τιμ]ὰς καὶ τοῖς ἐκγόνοις αὐτο[ῦ]·
60 [ὅπως δὲ οὖ]ν καὶ διαμένῃ τὰ δεδογμ[έ]-
[να ἐν τὸν] ἅπαντα χρόνον, ἀναγράψαι τ[ό]-
[δε τὸ δόγμ]α ἐστάλας λιθίνας δύο καὶ ἀ[ν]-
[θέμεν τὰμ] μὲν ἐν Δελφοῖς παρὰ τὸν βωμόν,
[τὰν δὲ ἑτέρα]ν ἐγ Χίωι· τὸ δὲ ἀνάλωμα τὸ ἐς
65 [ταῦτα δόμεν] τὸν [γρα]μματέα τῶν ἱερο-
[μναμόνων].
Search Help
Contact Us