[ ]
Phokis — Delphi — 225/224 or 221/220 BC? — BCH 7.1883.416 — SGDI 2524
| 1 | θεοί. |
| ἐπὶ Καλλία ἄρχοντος, πυλαίας ὀπωρινῆς, ἱερομνημονούν- | |
| των Αἰτωλῶν Λύκου, Ἀλέξωνος, Ἀνδροσθενίδα, Ἀντάν- | |
| δρου, Τεισάρχου, Ἐξακέστου, Δεινύλου, Δαμοκράτεος, Ἀξιόχου, | |
| 5 | Ἀμυνάνδρου, Ἀριστομάχου, Ὀρθαγόρα, Λυκέα, Σωτύλου· |
| Δελφῶν Νικία, Ὀρέστα· Βοιωτῶν Ἀλκινόου, Πτωιοκλέους· | |
| Χίου Διδυμάρχου· ἔδοξε τοῖς ἱερομνάμοσιν, Ἑρμίαι Χαριξέ- | |
| νου οἰκοῦντι ἐν Δελφοῖς ἀσφάλειαν καὶ προδικίαν εἶναι | |
| καὶ ἀτέλειαν τῶν τε ἄλλων πάντων καὶ τᾶν χοραγιᾶν | |
| 10 | ἇν τοὶ Δελφοὶ ἄγοντι, αὐτῶι καὶ ἐκγόνοις, ἐπεὶ χρείας |
| παρεχόμενος διατελεῖ τοῖς ἱερομνάμοσιν ἔν τε Πυ- | |
| λαίαι καὶ ἐν Δελφοῖς ἀνεγκλήτως· εἰ δέ τίς κα αὐ- | |
| τοὺς ἀδικῆι ἢ πράσσηι τι παρὰ τὸ δόγμα, τοὺς ἱερομ- | |
| [ν]άμονας τοὺς ἐνάρχους ὄντας ἀεὶ τὰν ἐπιμέλειαν | |
| 15 | ὑπὲρ αὐτῶν ποιεῖσθαι καὶ μὴ ἐπιτρέπειν καὶ καταδικά- |
| ζοντας καὶ πράσσοντας κυρίους εἶμεν κατὰ τῶν πρα- | |
| σσόντων αὐτούς. |