CID 4:68
[ ] Phokis — Delphi — 229-222 BC? — Wescher--Foucart (1863), no. 2 — SGDI 2525
1 ἐπὶ Νικάρχου ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ὀπωρινῆς,
ἱερομ̣νημον̣ούντων Αἰτωλῶν Ἀριστάρ[χ]ου, Πρα̣μίου, Ἐχε-
τάρμου, Εὐτέλευς, Μενεσάνδρου, Κομαίθου, Ἀλέξωνος,
Μενάρχου, Ἀλέξωνος, Σίμου, Οἰνοκλέα, Θορίωνος, Λαττύπου, Νιοκστράτου·
5 Χίου Μητροδώρου· Δελφῶν Ἵππωνος, Ἀντάνδρου· Βοιωτῶν Μέλω-
νος, Θευφάνεος· ἔδοξε τοῖς ἱερομνήμοσι· ἐπειδὴ Θευκλῆς Τιμο-
λόχου καὶ Κλεόμαχος Ἀρχελάου Αἰγιεῖς χρείας παρέχον-
ται τοῖς Ἀμφικτίοσι, δεδόσθαι αὐτοῖς καὶ ἐγγόνοις ἀσφάλειαν,
προδικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐμ π[ᾶ]σι τοῖς
10 ἀγῶσιν οἷς τίθεντι Ἀμ̣φ̣ικτίονες.
Search Help
Contact Us