[ ] Phokis — Delphi — 245-241 BC? — SIG(3) 444E
1 θεοί.
ἐπὶ Πραό[χ]ου ἄρχοντος, ἱερομνημ̣ονούντων Αἰτωλῶν Δαμοτίμου, Ἀνδρέα, Λευκία, Δίωνος, Δαμοτίμου, Φιλονίκου, Τιμαίου,
Μ̣νασία, Θευδότου· Κλεοκύδου Χίου· Δελφ̣ῶν Ἡρακλείδου, Εὐθυδίκου· Βοιωτῶν Ἡροδάμου, Σωμκράτεος· Φωκέων Κλεωνίσ̣κ[ου]·
ἔδοξε τοῖς ἱερομνήμοσι· {²vac. 17}² ἐπειδὴ Καλλκλ]ῆς ἱεροκηρυκεύων τῶι κοινῶι συνεδρίωι τῶν Ἀμφικτυόνω[ν],
5 διατελεῖ χρείας παρεχόμενος τοῖς τε ἱερομνήμοσι καὶ τοῖς Ἀμφικτύοσι  καὶ τοῖς ἄλλοις Ἕλλησιν ἅπασιν ἀνεγκλήτως,
ἔδοξε τοῖς ἱερομνήμοσιν ἐπαινέσαι τε Καλλκλ]Καλλικλέος Ἀθη[να]ῖον οἰκοῦντα ἐν Αἰτωλίαι καὶ στεφανῶσαι δά-
φνης στεφάνωι παρὰ τοῦ θεοῦ καὶ εἶναι αὐτῶι καὶ ἐκγόνοις προδικίαν, ἀσφάλειαν, ἀσυλίαν, ἀτέλειαν, καὶ προ-
εδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν, οἷς τιθέασιν οἱ Ἀμφικτύονες.
Search Help
Contact Us