[ ]
Phokis — Delphi — 254/253 or 250/249 BC? — CIG 1689b — SGDI 2507; SIG(3) 436
| 1 | θεο[ί]. |
| [ἐπὶ] Νικοδάμου ἄρχοντος, ἱερομνημονούντων Αἰτ[ωλῶν Τιμολόχου, Νεοπτολέ]- | |
| [μου], Γέλωνος, Δικ̣α̣ι̣ά̣ρχου, Στρατάγου, Κρωβύλου, Ἀ̣ν̣δ̣[ρομάχου, Ἀλεξάνδρου, Ξενο]- | |
| [κρά]τους· Δελφῶν Ἀ[ριστ]οκράτους, Ἄ̣ν̣δ̣ρ̣ωνος· Βοιωτῶν Φαείν[ου, Φιλίππου· ἐπειδὴ] | |
| 5 | [Ἡρέ]ας ὑπηρετῶν τοῖς ἱερομνήμοσι ἐν Πυλαίαι καὶ ἐν Δελφοῖς κα[ὶ χρείας παρεχόμε]- |
| νος χρόνον πολὺν τῶι κοινῶι συνεδρίωι τῶν Ἀμφικτυόνων ἀνενκλήτ[ως διατελεῖ], | |
| ἔδοξε τοῖς ἱερομνήμοσι καὶ τοῖς ἀγορατροῖς, Πυθίοις, ἐπαινέσαι τε Ἡρέ[αν] Αἰσχρίω[νος (?)] | |
| Λαμιῆ οἰκοῦντα ἐν Ἡρακλείαι καὶ στεφανῶσαι δάφνηι στεφάνωι παρὰ τοῦ θεοῦ καὶ εἶνα[ι αὐ]- | |
| τῶι προδικίαν, ἀσφάλειαν, ἀσυλίαν, προεδρίαν, ἀτέλειαν πάντων· τὸν δὲ γραμματ[έα] | |
| 10 | ἀναγράψαι τὰ δεδογμένα τοῖς ἱερομνήμοσι καὶ τοῖς ἀγορατροῖς ἐν τῶι ἱερῶ[ι] τοῦ Ἀπόλλωνος. |