[ ]
Phokis — Delphi — 255/254 or 252/251 BC — FD 3:4.361
1 | [θε]ο[ί]. |
ἐπὶ Ἐμμενίδα ἄρχοντο[ς ἐν] Δ̣ελφοῖς, ἱερ<ο>μνη- | |
μονούντων Αἰτωλῶν Εὐπολέμ[ου, Σιν]ν̣έα, Εὐρυδάμ[ου(?)] | |
[Διοκλέα(?), Ἀρ]ι̣[στί]π̣που, Ἀλέξω̣[νος], Εὐμη[λίδα, Δ]ίωνο[ς], | |
5 | [Νι]κάνδρου· Δελφῶν Κλευδάμου, Αἰσχριώνδα· Ἱστιαι- |
έων Ἀντιφῶντος· ἐπειδὴ Μενάλκης ὁ κιθαρωιδὸς | |
παραγενόμενος εἰς Δελφοὺς εἰς τὰ Σωτήρια | |
τόν τε ἄλλον ἀγῶνα καλῶς καὶ φιλοτίμως ἠγωνί- | |
σατο καὶ προσεπέδωκε τῶι θεῶι καὶ τοῖς Ἀμφικ[τύ]- | |
10 | οσι τὸν ἀγῶνα 〚․․․c.10․․․〛· ἀγαθῆι τύχηι· δε[δό]- |
χθαι τοῖς ἱερομνήμοσι· ἐπαινέσαι τε Μενάλκη Σ̣[πεύ]- | |
σωνος Ἀθηναῖον ἀρετῆς ἕνεκεν καὶ εὐνοία[ς τῆς πρὸς(?)] | |
τὸν θεὸν καὶ τοὺς Αμφικτύονας καὶ στεφα[νῶσαι αὐ]- | |
[τ]ὸν δάφνης στεφάνωι τῆς παρὰ τοῦ θ[εοῦ καὶ ἀνα]- | |
15 | [κη]ρῦξαι τὸν στ[έ]φανον τοῖς Σ[ωτηρίοις — — —] |