[ ]
Phokis — Delphi — 255/254 or 252/251 BC — FD 3:4.361
| 1 | [θε]ο[ί]. |
| ἐπὶ Ἐμμενίδα ἄρχοντο[ς ἐν] Δ̣ελφοῖς, ἱερ<ο>μνη- | |
| μονούντων Αἰτωλῶν Εὐπολέμ[ου, Σιν]ν̣έα, Εὐρυδάμ[ου(?)] | |
| [Διοκλέα(?), Ἀρ]ι̣[στί]π̣που, Ἀλέξω̣[νος], Εὐμη[λίδα, Δ]ίωνο[ς], | |
| 5 | [Νι]κάνδρου· Δελφῶν Κλευδάμου, Αἰσχριώνδα· Ἱστιαι- |
| έων Ἀντιφῶντος· ἐπειδὴ Μενάλκης ὁ κιθαρωιδὸς | |
| παραγενόμενος εἰς Δελφοὺς εἰς τὰ Σωτήρια | |
| τόν τε ἄλλον ἀγῶνα καλῶς καὶ φιλοτίμως ἠγωνί- | |
| σατο καὶ προσεπέδωκε τῶι θεῶι καὶ τοῖς Ἀμφικ[τύ]- | |
| 10 | οσι τὸν ἀγῶνα 〚․․․c.10․․․〛· ἀγαθῆι τύχηι· δε[δό]- |
| χθαι τοῖς ἱερομνήμοσι· ἐπαινέσαι τε Μενάλκη Σ̣[πεύ]- | |
| σωνος Ἀθηναῖον ἀρετῆς ἕνεκεν καὶ εὐνοία[ς τῆς πρὸς(?)] | |
| τὸν θεὸν καὶ τοὺς Αμφικτύονας καὶ στεφα[νῶσαι αὐ]- | |
| [τ]ὸν δάφνης στεφάνωι τῆς παρὰ τοῦ θ[εοῦ καὶ ἀνα]- | |
| 15 | [κη]ρῦξαι τὸν στ[έ]φανον τοῖς Σ[ωτηρίοις — — —] |