[ ] Phokis — Delphi — 258/257 BC — FD 3:4.365
1 Α̣Ρ̣Λ․․Γ̣[— —c.10— —· Ἱ]σ̣τ̣ιαιέ̣[ων Ἀνδ]ροσθένους· Κο[ρι]νθίων Ἀρχ[ί]λλου· γραμμ[ατεύοντος Ἁγία· ἐπειδὴ Γλαυκίας]
ὑπογραμ[ματεύω]ν̣ [χ]ρόνον πολ[ὺ]ν τῶι κοινῶι [συνε]δρίωι τῶν Ἀμφικτυόν[ων διατελεῖ χρείας παρεχόμενος]
τοῖς τε ἱε[ρομνήμ]οσι καὶ τοῖς Ἀμφικ̣τύοσι καὶ τοῖ̣ς ἄλλοις Ἕλλησιν ἅπασιν ἀνε̣[γκλήτως, ἔδοξε τοῖς ἱερομνήμοσι]
καὶ τοῖς ἀγ̣[ο]ρατροῖς, Πυθίοις, ἐπα[ιν]έσαι τε Γλαυκίαν̣ Ἀσωποδώρου Ἀχαιὸν καὶ στε[φανῶσαι αὐτὸν δάφνης στεφάνωι τῆς]
5 παρὰ τοῦ θ̣εοῦ καὶ εἶναι αὐτῶι κα̣ὶ̣ ἐκγόνοις προ̣[δ]ι̣κίαν, ἀσφάλειαν, ἀσυλίαν, ἀτέλε[ιαν καὶ προεδρίαν· τὸν δὲ γραμματέα]
τῶν ἱερομνημόνων ἀναγράψαι τὰ δεδογμένα τοῖς ἱερομνήμοσι καὶ τοῖς ἀγορατρο[ῖς].
Search Help
Contact Us