[ ] Phokis — Delphi — 260/259 or 263-259 BC? — SIG(3) 498
1 ἐπὶ Πειθαγόρα ἄρχοντος, πυλαίας ὁπωρινῆς, ἱερομνημονούντων
Αἰτωλῶν Τελέσωνος, Βίττου, Λεοντομένους, Βούκριος, Δρωπάκου, Ὁμά-
ρου, Χηρία· Δελφῶν Λύσωνος, Ζακυνθίου· Φωκέων Νικάρχου, Τιμασικράτο[υς]·
Βοιωτῶν Οἰνάδου, Ξενοφάνους· γραμματεύοντος Μελανθίου Αἰτωλοῦ·
5 ἔδοξε τοῖς ἱερομνήμοσι Ἀχαιΐωνα καὶ τὸν ὑὸν Ἀνταγόραν ὑπηρέτας εἶ-
μεν τοῖς ἱερομνήμοσιν καὶ εἶναι αὐτοῖς τὴν αὐτὴν προδικίαν καὶ ἀσφ[ά]-
λειαν ἥνπερ καὶ τῶι κήρυκι τῶν Ἀμφικτυόνων καὶ ἀτέλειαν αὐτοῖς
εἶναι καὶ ἐκγόνοις·
εἰ δέ τίς κα παρὰ ταῦτα πράσσηται αὐτοὺς, ὑποδίκους εἶμε̣[ν]
10 ἐν τοῖς ἱερομνάμοσιν τοὺς πράξαντας· τοὺς δὲ ἱερομνάμο[νας]
τοὺς ἐνάρχους ὄντας ἀεὶ τὰν ἐπιμέλειαν ὑπὲρ αὐτῶν ποιε[ῖσθαι]
καὶ καταδικάζοντας καὶ πρά[σ]σον[τ]ας κυρίους εἶμεν.
Search Help
Contact Us