CID 4:39
[ ] Phokis — Delphi — 262/261 or 266/265 BC? — Rhein.Mus. 2,2.1843.114 — SGDI 2514
1 Πλείστωνος ἄρχοντος· πυλαίας ὀπωρινῆς, ἱερομνημονούντων
τῶν περὶ Μάχωνα, Ξεννίαν, Οἰκιάδαν, Στράταγον,
ἔδωκαν οἱ ἱερομνάμονες Μενεκράτει καὶ Μελανθίωι Λαμιέοις αὐτοῖς καὶ ἐκγόνοις
προδικίαν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ ἀτέλειαν, ἐπιμε-
5 λωμένοις καὶ κατασκευαζόντοις τὸν κόσμον τᾶι Ἀθάναι
τᾶι Προναίαι.
Search Help
Contact Us